ξη. 16
[σεξτ. 1]
Ἀνάγκη τὸν συγκαθιέντα τισὶν ἐπιπλέον ἢ εἰς λαλιὰν
ἢ εἰς συμπόσια ἢ ἁπλῶς εἰς συμβίωσιν ἢ αὐτὸν ἐκείνοις
ἐξομοιωθῆναι ἢ ἐκείνους μεταθεῖναι ἐπὶ τὰ αὑτοῦ.
[σεξτ. 2]
καὶ
γὰρ ἄνθρακα ἀπεσβεσμένον ἂν θῇ παρὰ τὸν καιόμενον,
ἢ αὐτὸς ἐκεῖνον <ἀποσβέσει> ἢ ἐκεῖνος τοῦτον ἐκκαύσει.
[σεξτ. 3]
τηλικούτου οὖν τοῦ κινδύνου ὄντος εὐλαβῶς δεῖ τοῖς
ἰδιώταις συγκαθίεσθαι εἰς τὰς τοιαύτας συμπεριφορὰς
μεμνημένο<υ>ς, ὅτι ἀμήχανον τὸν συνανατριβόμενον
τῷ ἠσβολωμένῳ μὴ καὶ αὐτὸν ἀπολαῦσαι τῆς ἀσβόλης:
τί γὰρ ποιήσεις,
[σεξτ. 4]
ἂν περὶ μονομάχων λαλῇ[ς], ἂν περὶ
ἵππων, ἂν περὶ ἀθλητῶν, ἂν τὸ ἔτι τούτων χεῖρον περὶ
ἀνθρώπων: "ὁ δεῖνα κακός, ὁ δεῖνα ἀγαθός: τοῦτο
καλῶς ἐγένετο, τοῦτο κακῶς": ἔτι ἂν σκώπτῃ, ἂν γελοιάζῃ,
ἂν κακοηθίζηται;
[σεξτ. 5]
ἔχει τις ὑμῶν παρασκευὴν οἵαν ὁ
κιθαριστικὸς τὴν λύραν λαβών, ὥστ' εὐθὺς ἁψάμενος
τῶν χορδῶν γνῶναι τὰς ἀσυμφώνους καὶ ἁρμόσασθαι
τὸ ὄργανον; οἵαν εἶχεν δύναμιν Σωκράτης, ὥστ' ἐν
πάσῃ συμ<περι>φορᾷ ἄγειν ἐπὶ τὸ αὑτοῦ τοὺς συνόντας;
[σεξτ. 6]
πόθεν ὑμῖν; ἀλλ' ἀνάγκη ὑπὸ τῶν ἰδιωτῶν ὑμᾶς
περιάγεσθαι.
Διὰ τί οὖν ἐκεῖνοι ὑμῶν ἰσχυρότεροι;
[σεξτ. 7]
ὅτι ἐκεῖνοι μὲν
τὰ σαπρὰ ταῦτα ἀπὸ δογμάτων λαλοῦσιν, ὑμεῖς δὲ τὰ
κομψὰ ἀπὸ τῶν χειλῶν: διὰ τοῦτο ἄτονά ἐστι καὶ νεκρά,
καὶ σικχᾶναι ἔστιν ἀκούοντα ὑμῶν τοὺς προτρεπτικοὺς
καὶ τὴν ἀρετὴν τὴν ταλαίπωρον, ἣ ἄνω κάτω θρυλεῖται.
οὕτως ὑμᾶς οἱ ἰδιῶται νικῶσιν.
[σεξτ. 8]
πανταχοῦ γὰρ ἰσχυρὸν
τὸ δόγμα, ἀνίκητον τὸ δόγμα.
[σεξτ. 9]
μέχρις ἂν οὖν παγῶσιν
ἐν ὑμῖν αἱ κομψαὶ ὑπολήψεις καὶ δυναμίν τινα περιποιήσησθε πρὸς ἀσφάλειαν, συμβουλεύω ὑμῖν εὐλαβῶς
τοῖς ἰδιώταις συγκαταβαίνειν: εἰ δὲ μή, καθ' ἡμέραν
ὡς κηρὸς ἐν ἡλίῳ διατακήσεται, ὑμῶν εἴ τινα ἐν τῇ σχολῇ ἐγγράφετε.
[σεξτ. 10]
μακρὰν οὖν ἀπὸ τοῦ ἡλίου πού ποτε ὑπάγετε, μέχρις ἂν κηρίνας τὰς ὑπολήψεις ἔχητε.
[σεξτ. 11]
διὰ τοῦτο
καὶ τῶν πατρίδων συμβουλεύουσιν ἀποχωρεῖν οἱ
φιλόσοφοι, ὅτι τὰ παλαιὰ ἔθη περισπᾷ καὶ οὐκ
ἐᾷ ἀρχὴν γενέσθαι τινὰ ἄλλου ἐθισμοῦ, οὐδὲ
φέρομεν τοὺς ἀπαντῶντας καὶ λέγοντας "[ε]ἴδ'
ὁ δεῖνα φιλοσοφεῖ, ὁ τοῖος καὶ ὁ τοῖος"
[σεξτ. 12]
3. οὕτως καὶ
οἱ ἰατροὶ τοὺς μακρονοσοῦντας ἐκπέμπουσιν εἰς ἄλλην
χώραν καὶ ἄλλον ἀέρα καλῶς ποιοῦντες.
[σεξτ. 13]
καὶ ὑμεῖς ἀντεισαγάγετε ἄλλα ἔθη: πήξατε ὑμῶν τὰς ὑπολήψεις,
ἐναθλεῖτε αὐταῖς.
[σεξτ. 14]
οὔ: ἀλλ' ἔνθεν ἐπὶ θεωρίαν, εἰς μονομαχίαν, εἰς ξυστόν, εἰς κίρκον: εἶτ' ἐκεῖθεν ὧδε καὶ
πάλιν ἔνθεν ἐκεῖ οἱ αὐτοί.
[σεξτ. 15]
καὶ ἔθος κομψὸν οὐδέν, οὔτε
προσοχὴ οὔτ' ἐπιστροφὴ ἐφ' αὑτὸν καὶ παρατήρησις
"πῶς χρῶμαι ταῖς προσπιπτούσαις φαντασίαις; κατὰ φύσιν ἢ παρὰ φύσιν; πῶς ἀποκρίνωμαι πρὸς αὐτάς; ὡς
δεῖ ἢ ὡς οὐ δεῖ; ἐπιλέγω τοῖς ἀπροαιρέτοις, ὅτι οὐδὲν
πρὸς ἐμέ;
[σεξτ. 16]
" εἰ γὰρ μήπω οὕτως ἔχητε, φεύγετε ἔθη τὰ
πρότερον, φεύγετε τοὺς ἰδιώτας, εἰ θέλετε ἄρξασθαί
ποτέ τινες εἶναι.