ξη. 13
[σεξτ. 1]
Πυθομένου δέ τινος, πῶς ἔστιν ἐσθίειν ἀρεστῶς
θεοῖς, Εἰ δικαίως ἔστιν, ἔφη, καὶ εὐγνωμόνως καὶ ἴσως
ἐγκρατῶς καὶ κοσμίως, οὐκ ἔστι καὶ ἀρεστῶς τοῖς θεοῖς;
[σεξτ. 2]
ὅταν δὲ θερμὸν αἰτήσαντός σου μὴ ὑπακούσῃ ὁ παῖς ἢ
ὑπακούσας χλιαρώτερον ἐνέγκῃ ἢ μηδ' εὑρεθῇ ἐν τῇ
οἰκίᾳ, τὸ μὴ χαλεπαίνειν μηδὲ ῥήγνυσθαι οὐκ ἔστιν
ἀρεστὸν τοῖς θεοῖς;
[σεξτ. 3]
Πῶς οὖν τις ἀνάσχηται τῶν
τοιούτων; Ἀνδράποδον, οὐκ ἀνέξῃ τοῦ ἀδελφοῦ τοῦ
σαυτοῦ, ὃς ἔχει τὸν Δία πρόγονον, ὥσπερ υἱὸς ἐκ τῶν
αὐτῶν σπερμάτων γέγονεν καὶ τῆς αὐτῆς ἄνωθεν καταβολῆς,
[σεξτ. 4]
ἀλλ' εἰ ἔν τινι τοιαύτῃ χώρᾳ κατετάγης ὑπερεχούσῃ, εὐθὺς τύραννον καταστήσεις σεαυτόν; οὐ μεμνήσῃ τί εἶ καὶ τίνων ἄρχεις; ὅτι συγγενῶν, ὅτι ἀδελφῶν
φύσει, ὅτι τοῦ Διὸς ἀπογόνων;
[σεξτ. 5]
Ἀλλ' ὠνὴν αὐτῶν
ἔχω, ἐκεῖνοι δ' ἐμοῦ οὐκ ἔχουσιν. Ὁρᾷς ποῦ βλέπεις;
ὅτι εἰς τὴν γῆν, ὅτι εἰς τὸ βάραθρον, ὅτι εἰς τοὺς ταλαιπώρους τούτους νόμους τοὺς τῶν νεκρῶν, εἰς δὲ
τοὺς τῶν θεῶν οὐ βλέπεις;
|