ξη. 25
[σεξτ. 1]
Τῶν παρόντων δέ τινος εἰπόντος Πεῖσόν με, ὅτι τὰ
λογικὰ χρήσιμά ἐστιν, Θέλεις, ἔφη, ἀποδείξω σοι τοῦτο;
[σεξτ. 2]
Ναί. Οὐκοῦν λόγον μ' ἀποδεικτικὸν διαλεχθῆναι
δεῖ; Ὁμολογήσαντος δὲ Πόθεν οὖν εἴσῃ, ἄν σε σοφίσωμαι;
[σεξτ. 3]
Σιωπήσαντος δὲ τοῦ ἀνθρώπου Ὁρᾷς, ἔφη,
πῶς αὐτὸς ὁμολογεῖς ὅτι ταῦτα ἀναγκαῖά ἐστιν, εἰ χωρὶς
αὐτῶν οὐδ' αὐτὸ τοῦτο δύνασαι μαθεῖν, πότερον ἀναγκαῖα ἢ οὐκ ἀναγκαῖά ἐστιν.
|