ξη. 8
[σεξτ. 1]
Ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα,
οὕτως καὶ πρὸς τὰς φαντασίας καθ' ἡμέραν ἔδει γυμνάζεσθαι: προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα.
[σεξτ. 2]
ὁ
υἱὸς ἀπέθανε τοῦ δεῖνος. ἀπόκριναι "ἀπροαίρετον, οὐ
κακόν". ὁ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλ[ε]ιπεν.
τί σοι δοκεῖ; "ἀπροαίρετον, οὐ κακόν." Καῖσαρ αὐτὸν
κατέκρινεν.
[σεξτ. 3]
"ἀπροαίρετον, οὐ κακόν." ἐλυπήθη ἐπὶ τούτοις. "προαιρετικόν, κακόν." γενναίως ὑπέμεινεν. "προαιρετικόν, ἀγαθόν.
[σεξτ. 4]
" κἂν οὕτως ἐθιζώμεθα, προκόψομεν:
οὐδέποτε γὰρ ἄλλῳ συγκαταθησόμεθα ἢ οὗ φαντασία
καταληπτικὴ γίνεται.
[σεξτ. 5]
ὁ υἱὸς ἀπέθανε. τί ἐγένετο; ὁ υἱὸς
ἀπέθανεν. ἄλλο οὐδέν; οὐδ[ε]έν. τὸ πλοῖον ἀπώλετο. τί
ἐγένετο; τὸ πλοῖον ἀπώλετο. εἰς φυλακὴν ἀπήχθη. τί
γέγονεν; εἰς φυλακὴν ἀπήχθη. τὸ δ' ὅτι "κακῶς πέπραχεν"
[σεξτ. 6]
3 ἐξ αὑτοῦ ἕκαστος προστίθησιν. "ἀλλ' οὐκ ὀρθῶς
ταῦτα ὁ Ζεὺς ποιεῖ." διὰ τί; ὅτι σε ὑπομενητικὸν ἐποίησεν, ὅτι μεγαλόψυχον, ὅτι ἀφεῖλεν αὐτῶν τὸ εἶναι
κακά, ὅτι ἔξεστίν σοι πάσχοντι ταῦτα εὐδαιμονεῖν, ὅτι
σοι τὴν θύραν ἤνοιξεν, ὅταν σοι μὴ ποιῇ; ἄνθρωπε,
ἔξελθε καὶ μὴ ἐγκάλει.
[σεξτ. 7]
Πῶς ἔχουσι Ῥωμαῖοι πρὸς φιλοσόφους ἂν θέλῃς γνῶναι, ἄκουσον. Ἰταλικὸς ὁ μάλιστα δοκῶν αὐτῶν φιλόσοφος εἶναι παρόντος ποτέ μου χαλεπήνας τοῖς ἰδίοις, ὡς
ἀνήκεστα πάσχων, "Οὐ δύναμαι", ἔφη, "φέρειν: ἀπόλλυτέ με, ποιήσετέ με τοιοῦτον γενέσθαι", δείξας ἐμέ.