ξη. 17
[σεξτ. 1]
Ὅταν τῇ προνοίᾳ ἐγκαλῇς, ἐπιστράφηθι καὶ γνώσῃ,
ὅτι κατὰ λόγον γέγονεν.
[σεξτ. 2]
"ναί, ἀλλ' ὁ ἄδικος πλέον ἔχει."
ἐν τίνι; ἐν ἀργυρίῳ: πρὸς γὰρ τοῦτό σου κρείττων
ἐστίν, ὅ<τι> κολακεύει, ἀναισχυντεῖ, ἀγρυπνεῖ. τί θαυμαστόν;
[σεξτ. 3]
ἀλλ' ἐκεῖνο βλέπε, εἰ ἐν τῷ πιστὸς εἶναι πλέον
σου ἔχει, εἰ ἐν τῷ αἰδήμων. οὐ γὰρ εὑρήσεις: ἀλλ' ὅπου
κρείττων, ἐκεῖ σαυτὸν εὑρήσεις πλέον ἔχοντα.
[σεξτ. 4]
κἀγώ ποτ'
εἶπόν τινι ἀγανακτοῦντι, ὅτι Φιλόστοργος εὐτυχεῖ, Ἤθελες ἂν σὺ μετὰ Σούρα κοιμᾶσθαι; "Μὴ γένοιτο",
φησίν, "
[σεξτ. 5]
3ἐκείνη ἡ ἡμέρα." Τί οὖν ἀγανακτεῖς, εἰ λαμβάνει τι ἀνθ' οὗ πωλεῖ; ἢ πῶς μακαρίζεις τὸν διὰ τούτων, ἃ σὺ ἀπεύχῃ, κτώμενον ἐκεῖνα; ἢ τί κακὸν ποιεῖ ἡ
πρόνοια, εἰ τοῖς κρείττοσι τὰ κρείττω δίδωσιν; ἢ οὐκ
ἔστι κρεῖττον αἰδήμονα εἶναι ἢ πλούσιον; Ὡμολόγει. Τί
οὖν ἀγανακτεῖς, ἄνθρωπε, ἔχων τὸ κρεῖττον;
[σεξτ. 6]
μέμνησθε
οὖν ἀεὶ καὶ πρόχειρον ἔχετε, ὅτι νόμος οὗτος φυσικὸς
τὸν κρείττονα τοῦ χείρονος πλέον ἔχειν, ἐν ᾧ κρείττων
ἐστίν, καὶ οὐδέποτ' ἀγανακτήσετε.
[σεξτ. 7]
"ἀλλ' ἡ γυνή μοι κακῶς χρῆται." καλῶς. ἄν τίς σου πυνθάνηται, τί ἐστι
τοῦτο, λέγε "ἡ γυνή μοι κακῶς χρῆται". "ἄλλο οὖν οὐδέν;
[σεξτ. 8]
" οὐδέν. "ὁ πατήρ μοι οὐδὲν δίδωσιν." [γαπ ιν τεχτ] ὅτι
δὲ κακόν ἐστιν, τοῦτο ἔσωθεν αὐτῷ δεῖ προ<σ>θεῖναι
καὶ προσκαταψεύσασθαι;
[σεξτ. 9]
διὰ τοῦτο οὐ δεῖ τὴν πενίαν
ἐκβάλλειν, ἀλλὰ τὸ δόγμα τὸ περὶ αὐτῆς, καὶ οὕτως
εὐρ<ο>ήσομεν.
|