ξη. 21
[σεξτ. 1]
Ὅταν τις ἣν δεῖ στάσιν ἔχῃ ἐν τῷ βίῳ, ἔξω οὐ κέχηνεν.
[σεξτ. 2]
ἄνθρωπε, τί θέλεις σοι γενέσθαι; ἐγὼ μὲν ἀρκοῦμαι, ἂν ὀρέγωμαι καὶ ἐκκλίνω κατὰ φύσιν, ἂν ὁρμῇ καὶ
ἀφορμῇ χρῶμαι ὡς πέφυκα, ἂν προ[σ]θέσει, ἂν ἐπιβολῇ, ἂν συγκαταθέσει. τί οὖν ἡμῖν ὀβελίσκον καταπιὼν
περιπατεῖς;
[σεξτ. 3]
"ἤθελον, ἵνα με καὶ οἱ ἀπαντῶντες θαυμάζωσιν καὶ ἐπακολουθοῦντες ἐπικραυγάζωσιν: ὦ μεγάλου
φιλοσόφου.
[σεξτ. 4]
" τίνες εἰσὶν οὗτοι, ὑφ' ὧν θαυμάζεσθαι
θέλεις; οὐχ οὗτοί εἰσι, περὶ ὧν εἴωθας λέγειν ὅτι μαίνονται; τί οὖν; ὑπὸ τῶν μαινομένων θαυμάζεσθαι θέλεις;
|