Characters


Characters
By Theophrastus
Edited by: Hermann Diels

Oxford Oxford University Press 1909



Perseus Documents Collection Table of Contents



*Prooi/mion

*ei)rwnei/as *a'

*kolakei/as *b'

*)adolesxi/as *g'

*)agroiki/as *d'

*)areskeia/s *e'

*)aponoia/s s'

*lalia/s *z'

*logopoii/as *h'

*)anaisxunti/as *q'

*mikrologi/as *i'

*bdeluri/as *i*a'

*)akairi/as *i*b'

*periergi/as *i*g'

*)anaisqhsi/as *i*d'

*au)qadei/as *i*e'

*deisidaimoni/as *is'

*memyimoiri/as *i*z'

*)apisti/as *i*h'

*dusxe/reias *i*q'

*)ahdi/as *k'

*mikrofilotimi/as *k*a'

*)aneleuqeri/as *k*b'

*)alazonei/as *k*g'

*(uperhfani/as *k*d'

*deili/as *k*e'

*)oligarxi/as *ks'

*)oyimaqi/as *k*z'

*kakologi/as *k*h'

*filoponhri/as *k*q'

*ai)sxrokerdeia/s *l'


Funded by The Annenberg CPB/Project

 

ξη. 29

Φιλοπονηρίας ΚΘ'

[σεξτ. 1] Ἔστι δὲ φιλοπονηρία ἐπιθυμία κακίας, δὲ φιλοπόνηρός [σεξτ. 2] ἐστι τοιόσδε τις, οἷος ἐντυγχάνειν τοῖς ἡττημένοις καὶ δημοσίους ἀγῶνας ὠφληκόσι καὶ ὑπολαμβάνειν, ἐὰν τούτοις [σεξτ. 3] χρῆται, ἐμπειρότερος γενήσεσθαι καὶ φοβερώτερος. καὶ ἐπὶ τοῖς χρηστοῖς εἰπεῖν: 'ὡς φαίνεται,' καὶ φῆσαι, ὡς οὐδείς ἐστι χρηστός, καὶ ὁμοίους πάντας εἶναι, καὶ ἐπισκῶψαι δὲ [σεξτ. 4] 'ὡς χρηστός ἐστι'. καὶ τὸν πονηρὸν δὲ εἰπεῖν ἐλεύθερον, ἐὰν βούληταί τις εἰς πεῖραν ἐλθεῖν, καὶ τὰ μὲν ἄλλα ὁμολογεῖν ἀληθῆ ὑπὲρ αὐτοῦ λέγεσθαι ὑπὸ τῶν ἀνθρώπων, ἔνια δὲ ἀγνοεῖν: φῆσαι γὰρ αὐτὸν εὐφυῆ καὶ φιλέταιρον καὶ ἐπιδέξιον: καὶ διατείνεσθαι δὲ ὑπὲρ αὐτοῦ, ὡς οὐκ ἐντετύχηκεν [σεξτ. 5] ἀνθρώπῳ ἱκανωτέρῳ. καὶ εὔνους δὲ εἶναι τῷ ἐν ἐκκλησίᾳ λέγοντι ἐπὶ δικαστηρίῳ κρινομένῳ: καὶ πρὸς τοὺς καθημένους δὲ εἰπεῖν δεινὸς ὡς 'οὐ δεῖ τὸν ἄνδρα, ἀλλὰ τὸ πρᾶγμα κρίνεσθαι'. καὶ φῆσαι αὐτὸν κύνα εἶναι τοῦ δήμου: φυλάττειν γὰρ αὐτὸν πρὸς τοὺς ἀδικοῦντας: καὶ εἰπεῖν, ὡς 'οὐχ ἕξομεν τοὺς ὑπὲρ τῶν κοινῶν συναχθεσθησομένους, ἂν [σεξτ. 6] τοὺς τοιούτους προώμεθα'. δεινὸς δὲ καὶ προστατῆσαι φαύλων καὶ συνεδρεῦσαι ἐν δικαστηρίοις ἐπὶ πονηροῖς πράγμασιν καὶ κρίσιν κρίνων ἐκδέχεσθαι τὰ ὑπὸ τῶν ἀντιδίκων λεγόμενα ἐπὶ τὸ χεῖρον.

[σεξτ. 7] Καὶ τὸ ὅλον φιλοπονηρία ἀδελφή ἐστι τῆς πονηρίας, καὶ ἀληθές ἐστι τὸ τῆς παροιμίας τὸ ὅμοιον πρὸς τὸ ὅμοιον πορεύεσθαι.