ξη. 8
[σεξτ. 1] Ἡ δὲ λογοποιία ἐστὶ σύνθεσις ψευδῶν λόγων καὶ
πράξεων, ὧν πιστεύεσθαι βούλεται ὁ λογοποιῶν, ὁ δὲ
[σεξτ. 2] λογοποιὸς τοιοῦτός τις, οἷος ἀπαντήσας τῷ φίλῳ εὐθὺς
καταβαλὼν τὸ ἦθος καὶ μειδιάσας ἐρωτῆσαι: 'πόθεν σύ';
καὶ 'λέγεις τί καὶ πῶσ'; 'ἔχεις περὶ τοῦδε εἰπεῖν καινόν';
καὶ ὡς ἐπιβαλὼν ἐρωτᾶν: 'μὴ λέγεταί τι καινότερον; καὶ
[σεξτ. 3] μὴν ἀγαθά γέ ἐστι τὰ λεγόμενα.' καὶ οὐκ ἐάσας ἀποκρίνασθαι
εἰπεῖν: 'τί λέγεις; οὐθὲν ἀκήκοας; δοκῶ μοί σε
[σεξτ. 4] εὐωχήσειν καινῶν λόγων.' καὶ ἔστιν αὐτῷ ἢ στρατιώτης
ἢ παῖς Ἀστείου τοῦ αὐλητοῦ ἢ Λύκων ὁ ἐργολάβος παραγεγονὼς
[σεξτ. 5] ἐξ αὐτῆς τῆς μάχης, οὗ φησιν ἀκηκοέναι. αἱ μὲν
οὖν ἀναφοραὶ τῶν λόγων τοιαῦταί εἰσιν αὐτοῦ, ὧν οὐθεὶς
[σεξτ. 6] ἂν ἔχοι ἐπιλαβέσθαι. διηγεῖται δὲ τούτους φάσκων λέγειν,
ὡς Πολυπέρχων καὶ ὁ βασιλεὺς μάχῃ νενίκηκεν, καὶ
[σεξτ. 7] Κάσανδρος ἐζώγρηται: καὶ ἂν εἴπῃ τις αὐτῷ: 'σὺ δὲ ταῦτα
πιστεύεις;' φήσει: τὸ πρᾶγμα βοᾶσθαι γὰρ ἐν τῇ πόλει,
καὶ τὸν λόγον ἐπεντείνειν, και πάντας συμφωνεῖν: ταὐτὰ
γὰρ λέγειν περὶ τῆς μάχης: καὶ πολὺν τὸν ζωμὸν γεγονέναι.
[σεξτ. 8] εἶναι δ' ἑαυτῷ καὶ σημεῖον τὰ πρόσωπα τῶν ἐν τοῖς
πράγμασιν: ὁρᾶν γὰρ αὐτῶν πάντων μεταβεβληκότα: λέγει
δ', ὡς καὶ παρακήκοε παρὰ τούτοις κρυπτόμενόν τινα ἐν
οἰκίᾳ, ἤδη πέμπτην ἡμέραν ἥκοντα ἐκ Μακεδονίας, ὃς
[σεξτ. 9] πάντα ταῦτα οἶδε. καὶ πάντα διεξιών πως οἴεσθαι πιθανῶς
σχετλιάζειν λέγων: 'δυστυχὴς Κάσανδρος: ὢ ταλαίπωρος:
[σεξτ. 10] ἐνθυμῇ τὸ τῆς τύχης; ἀλλ' οὖν ἰσχυρὸς γενόμενος,' καί
δ' αὐτόν σε μόνον εἰδέναι': πᾶσι δὲ τοῖς ἐν τῇ πόλει
προσδεδράμηκε λέγων.
[σεξτ. 11] Τῶν τοιούτων ἀνθρώπων τεθαύμακα, τί ποτε βούλονται
λογοποιοῦντες: οὐ γὰρ μόνον ψεύδονται, ἀλλὰ καὶ ἀλυσιτελῶς
[σεξτ. 12] ἀπαλλάττουσι: πολλάκις γὰρ αὐτῶν οἱ μὲν ἐν τοῖς
βαλανείοις περιστάσεις ποιούμενοι τὰ ἱμάτια ἀποβεβλήκασιν,
οἱ δ' ἐν τῇ στοᾷ πεζομαχίᾳ καὶ ναυμαχίᾳ νικῶντες ἐρήμους
[σεξτ. 13] δίκας ὠφλήκασιν: εἰσὶ δ' οἳ καὶ πόλεις τῷ λόγῳ κατὰ
[σεξτ. 14] κράτος αἱροῦντες παρεδειπνήθησαν. πάνυ δὴ ταλαίπωρον
αὐτῶν ἐστι τὸ ἐπιτήδευμα: ποίᾳ γὰρ οὐ στοᾷ, ποίῳ δὲ
ἐργαστηρίῳ, ποίῳ δὲ μέρει τῆς ἀγορᾶς οὐκ ἐνημερεύουσιν
[σεξτ. 15] ἀπαυδᾶν ποιοῦντες τοὺς ἀκούοντας: οὕτως καὶ καταπονοῦσι
ταῖς ψευδολογίαις.