Characters By Theophrastus
Edited by:
Hermann Diels
Oxford Oxford University Press 1909
Perseus Documents Collection Table of Contents
*Prooi/mion
*ei)rwnei/as *a'
*kolakei/as *b'
*)adolesxi/as *g'
*)agroiki/as *d'
*)areskeia/s *e'
*)aponoia/s s'
*lalia/s *z'
*logopoii/as *h'
*)anaisxunti/as *q'
*mikrologi/as *i'
*bdeluri/as *i*a'
*)akairi/as *i*b'
*periergi/as *i*g'
*)anaisqhsi/as *i*d'
*au)qadei/as *i*e'
*deisidaimoni/as *is'
*memyimoiri/as *i*z'
*)apisti/as *i*h'
*dusxe/reias *i*q'
*)ahdi/as *k'
*mikrofilotimi/as *k*a'
*)aneleuqeri/as *k*b'
*)alazonei/as *k*g'
*(uperhfani/as *k*d'
*deili/as *k*e'
*)oligarxi/as *ks'
*)oyimaqi/as *k*z'
*kakologi/as *k*h'
*filoponhri/as *k*q'
*ai)sxrokerdeia/s *l'
Funded by The Annenberg CPB/Project |
|
ξη. 18
[σεξτ. 1] Ἔστιν ἀμέλει ἡ ἀπιστία ὑπόληψίς τις ἀδικίας κατὰ
[σεξτ. 2] πάντων, ὁ δὲ ἄπιστος τοιοῦτός τις, οἷος ἀποστείλας τὸν
παῖδα ὀψωνήσοντα ἕτερον παῖδα πέμπειν τὸν πευσόμενον,
[σεξτ. 3] πόσου ἐπρίατο. καὶ φέρων αὐτὸς τὸ ἀργύριον [καὶ] κατὰ
[σεξτ. 4] στάδιον καθίζων ἀριθμεῖν πόσον ἐστίν. καὶ τὴν γυναῖκα τὴν
αὑτοῦ ἐρωτᾶν κατακείμενος, εἰ κέκλεικε τὴν κιβωτόν, καὶ εἰ
σεσήμανται τὸ κυλιούχιον, καὶ εἰ ὁ μοχλὸς εἰς τὴν θύραν τὴν
αὐλείαν ἐμβέβληται: καὶ ἂν ἐκείνη φῇ, μηδὲν ἧττον αὐτὸς
ἀναστὰς γυμνὸς ἐκ τῶν στρωμάτων καὶ ἀνυπόδητος τὸν
λύχνον ἅψας ταῦτα πάντα περιδραμὼν ἐπισκέψασθαι καὶ
[σεξτ. 5] οὕτω μόλις ὕπνου τυγχάνειν. καὶ τοὺς ὀφείλοντας αὑτῷ
ἀργύριον μετὰ μαρτύρων ἀπαιτεῖν τοὺς τόκους, ὅπως μὴ
[σεξτ. 6] δύναιντο ἔξαρνοι γενέσθαι. καὶ τὸ ἱμάτιον δὲ ἐκδοῦναι
δεινὸς οὐχ ὃς ἂν βέλτιστα ἐργάσηται, ἀλλ' ὅταν ᾖ ἄξιος
[σεξτ. 7] ἐγγυητὴς τοῦ κναφέως. καὶ ὅταν ἥκῃ τις αἰτησόμενος ἐκπώματα,
μάλιστα μὲν μὴ δοῦναι, ἂν δ' ἄρα τις οἰκεῖος ᾖ καὶ
ἀναγκαῖος, μόνον οὐ πυρώσας καὶ στήσας καὶ σχεδὸν ἐγγυητὴν
[σεξτ. 8] λαβὼν χρῆσαι. καὶ τὸν παῖδα δὲ ἀκολουθοῦντα κελεύειν
αὑτοῦ ὄπισθεν μὴ βαδίζειν ἀλλ' ἔμπροσθεν, ἵνα φυλάττῃ
[σεξτ. 9] αὐτόν, μὴ ἐν τῇ ὁδῷ ἀποδρᾷ. καὶ τοῖς εἰληφόσι τι παρ'
αὑτοῦ καὶ λέγουσι: 'πόσου, κατάθου: οὐ γὰρ σχολάζω πω
πέμπειν': "μηδὲν πραγματεύου: ἐγὼ γάρ, ἕως ἂν σὺ
σχολάσῃς, συνακολουθήσω."
|
|