Characters


Characters
By Theophrastus
Edited by: Hermann Diels

Oxford Oxford University Press 1909



Perseus Documents Collection Table of Contents



*Prooi/mion

*ei)rwnei/as *a'

*kolakei/as *b'

*)adolesxi/as *g'

*)agroiki/as *d'

*)areskeia/s *e'

*)aponoia/s s'

*lalia/s *z'

*logopoii/as *h'

*)anaisxunti/as *q'

*mikrologi/as *i'

*bdeluri/as *i*a'

*)akairi/as *i*b'

*periergi/as *i*g'

*)anaisqhsi/as *i*d'

*au)qadei/as *i*e'

*deisidaimoni/as *is'

*memyimoiri/as *i*z'

*)apisti/as *i*h'

*dusxe/reias *i*q'

*)ahdi/as *k'

*mikrofilotimi/as *k*a'

*)aneleuqeri/as *k*b'

*)alazonei/as *k*g'

*(uperhfani/as *k*d'

*deili/as *k*e'

*)oligarxi/as *ks'

*)oyimaqi/as *k*z'

*kakologi/as *k*h'

*filoponhri/as *k*q'

*ai)sxrokerdeia/s *l'


Funded by The Annenberg CPB/Project

 

ξη. 20

Ἀηδίας Κ'

[σεξτ. 1] Ἔστιν ἀηδία, ὡς ὅρῳ λαβεῖν, ἔντευξις λύπης ποιητικὴ [σεξτ. 2] ἄνευ βλάβης, δὲ ἀηδὴς τοιοῦτός τις, οἷος ἐγείρειν ἄρτι [σεξτ. 3] καθεύδοντα εἰσελθών, ἵνα αὐτῷ λαλῇ. καὶ ἀνάγεσθαι δὴ [σεξτ. 4] μέλλοντας κωλύειν. καὶ προσελθὼν δεῖσθαι ἐπισχεῖν, ἕως [σεξτ. 5] ἂν περιπατήσῃ. καὶ τὸ παιδίον τῆς τίτθης ἀφελόμενος, μασώμενος σιτίζειν αὐτὸς καὶ ὑποκορίζεσθαι ποππύζων καὶ [σεξτ. 6] πανουργιῶν τοῦ πάππου καλῶν. καὶ ἐσθίων δὲ ἅμα διηγεῖσθαι, ὡς ἐλλέβορον πιὼν ἄνω καὶ κάτω καθαρθείη καὶ ζωμοῦ τοῦ παρακειμένου ἐν τοῖς ὑποχωρήμασιν αὑτῷ μελαντέρα [σεξτ. 7] εἴη χολή. καὶ ἐρωτῆσαι δὲ δεινὸς ἐναντίον τῶν οἰκείων: 'Εἴπ' μάμμη, ὅτ' ὤδινες καὶ ἔτικτές με, τίς [σεξτ. 8] ἡμέρα;' καὶ ὑπὲρ αὐτῆς δὲ λέγειν ὡς ἡδύ ἐστι, καὶ ἀμφότερα [σεξτ. 9] δὲ οὐκ ἔχοντα οὐ ῥᾴδιον ἄνθρωπον λαβεῖν. καὶ ὅτι ψυχρὸν ὕδωρ ἐστὶ παρ' αὑτῷ λακκαῖον: καὶ ὡς κῆπος λάχανα πολλὰ ἔχων καὶ ἁπαλά [ὥστε εἶναι ψυχρόν]: καὶ μάγειρος εὖ τὸ ὄψον σκευάζων: καὶ ὅτι οἰκία αὐτοῦ πανδοκεῖόν ἐστι: μεστὴ γάρ ἐστι: καὶ τοὺς φίλους αὐτοῦ εἶναι τὸν τετρημένον πίθον: εὖ ποιῶν γὰρ αὐτοὺς οὐ δύνασθαι ἐμπλῆσαι. [σεξτ. 10] καὶ ξενίζων δὲ δεῖξαι τὸν παράσιτον αὐτοῦ, ποῖός τίς ἐστι, τῷ συνδειπνοῦντι: καὶ παρακαλῶν δὲ ἐπὶ τοῦ ποτηρίου εἰπεῖν, ὅτι τὸ τέρψον τοὺς παρόντας παρεσκεύασται, καὶ ὅτι αὐτήν, ἐὰν κελεύσωσιν, παῖς μέτεισι παρὰ τοῦ πορνοβοσκοῦ ἤδη, ὅπως πάντες ὑπ' αὐτῆς αὐλώμεθα καὶ εὐφραινώμεθα.