Characters By Theophrastus
Edited by:
Hermann Diels
Oxford Oxford University Press 1909
Perseus Documents Collection Table of Contents
*Prooi/mion
*ei)rwnei/as *a'
*kolakei/as *b'
*)adolesxi/as *g'
*)agroiki/as *d'
*)areskeia/s *e'
*)aponoia/s s'
*lalia/s *z'
*logopoii/as *h'
*)anaisxunti/as *q'
*mikrologi/as *i'
*bdeluri/as *i*a'
*)akairi/as *i*b'
*periergi/as *i*g'
*)anaisqhsi/as *i*d'
*au)qadei/as *i*e'
*deisidaimoni/as *is'
*memyimoiri/as *i*z'
*)apisti/as *i*h'
*dusxe/reias *i*q'
*)ahdi/as *k'
*mikrofilotimi/as *k*a'
*)aneleuqeri/as *k*b'
*)alazonei/as *k*g'
*(uperhfani/as *k*d'
*deili/as *k*e'
*)oligarxi/as *ks'
*)oyimaqi/as *k*z'
*kakologi/as *k*h'
*filoponhri/as *k*q'
*ai)sxrokerdeia/s *l'
Funded by The Annenberg CPB/Project |
|
ξη. 21
[σεξτ. 1] Ἡ δὲ μικροφιλοτιμία δόξει εἶναι ὄρεξις τιμῆς ἀνελεύθερος,
[σεξτ. 2] ὁ δὲ μικροφιλότιμος τοιοῦτός τις, οἷος σπουδάσαι ἐπὶ δεῖπνον
κληθεὶς παρ' αὐτὸν τὸν καλέσαντα κατακείμενος δειπνῆσαι.
[σεξτ. 3] καὶ τὸν υἱὸν ἀποκεῖραι ἀγαγὼν εἰς Δελφούς. [σεξτ. 4] καὶ ἐπιμεληθῆναι
[σεξτ. 5] δέ, ὅπως αὑτῷ ὁ ἀκόλουθος Αἰθίοψ ἔσται. καὶ ἀποδιδοὺς
[σεξτ. 6] μνᾶν ἀργυρίου καινὸν ποιῆσαι ἀποδοῦναι. καὶ κολοιῷ
δὲ ἔνδον τρεφομένῳ δεινὸς κλιμάκιον πρίασθαι καὶ ἀσπίδιον
χαλκοῦν ποιῆσαι, ὃ ἔχων ἐπὶ τοῦ κλιμακίου ὁ κολοιὸς πηδήσεται.
[σεξτ. 7] καὶ βοῦν θύσας τὸ προμετωπίδιον ἀπαντικρὺ τῆς
εἰσόδου προσπατταλῶσαι, στέμμασι μεγάλοις περιδήσας,
[σεξτ. 8] ὅπως οἱ εἰσιόντες ἴδωσιν, ὅτι βοῦν ἔθυσε. καὶ πομπεύσας
μετὰ τῶν ἱππέων τὰ μὲν ἄλλα πάντα δοῦναι τῷ παιδὶ
ἀπενεγκεῖν οἴκαδε, ἀναβαλόμενος δὲ θοἰμάτιον ἐν τοῖς μύωψι
[σεξτ. 9] κατὰ τὴν ἀγορὰν περιπατεῖν. καὶ κυναρίου δὲ Μελιταίου
τελευτήσαντος αὐτῷ μνῆμα ποιῆσαι καὶ στηλίδιον ποιήσας
[σεξτ. 10] ἐπιγράψαι 'κλάδος Μελιταῖοσ'. καὶ ἀναθεὶς δακτύλιον
χαλκοῦν ἐν τῷ Ἀσκληπιείῳ τοῦτον ἐκτρίβειν στεφανοῦν
[σεξτ. 11] ἀλείφειν ὁσημέραι. ἀμέλει δὲ καὶ συνδιοικήσασθαι παρὰ
τῶν πρυτάνεων, ὅπως ἀπαγγείλῃ τῷ δήμῳ τὰ ἱερά, καὶ παρεσκευασμένος
λαμπρὸν ἱμάτιον καὶ ἐστεφανωμένος παρελθὼν
εἰπεῖν: 'ὦ ἄνδρες Ἀθηναῖοι, ἐθύομεν οἱ πρυτάνεις [τὰ ἱερὰ]
τῇ Μητρὶ τῶν θεῶν τὰ Γαλάξια, καὶ τὰ ἱερὰ καλά, καὶ
ὑμεῖς δέχεσθε τὰ ἀγαθά'. καὶ ταῦτα ἀπαγγείλας ἀπιὼν
διηγήσασθαι οἴκαδε τῇ αὑτοῦ γυναικί, ὡς καθ' ὑπερβολὴν
εὐημέρει.
|
|