ξη. 28
[σεξτ. 1] Ἔστι δὲ ἡ κακολογία ἀγωγὴ ψυχῆς εἰς τὸ χεῖρον ἐν
[σεξτ. 2] λόγοις, ὁ δὲ κακολόγος τοιόσδε τις, οἷος ἐρωτηθείς: 'ὁ δεῖνα
τίς ἐστιν;' ὀγκοῦσθαι καθάπερ οἱ γενεαλογοῦντες: 'πρῶτον
ἀπὸ τοῦ γένους αὐτοῦ ἄρξομαι: τούτου ὁ μὲν πατὴρ ἐξ
ἀρχῆς Σωσίας ἐκαλεῖτο, ἐγένετο δὲ ἐν τοῖς στρατιώταις
Σωσίστρατος, ἐπειδὴ δὲ εἰς τοὺς δημότας ἐνεγράφη, Σωσίδημος.
ἡ μέντοι μήτηρ εὐγενὴς Θρᾷττά ἐστι: καλεῖται
γοῦν ἡ ψυχὴ Κρινοκοράκα: τὰς δὲ τοιαύτας φασὶν ἐν τῇ
πατρίδι εὐγενεῖς εἶναι: αὐτὸς δὲ οὗτος ὡς ἐκ τοιούτων
[σεξτ. 3] γεγονὼς κακὸς καὶ μαστιγίασ'. καὶ κακῶς δὲ πρός τινα
εἰπεῖν: 'ἐγὼ δήπου τὰ τοιαῦτα οἶδα, ὑπὲρ ὧν σὺ πλανᾷ
πρὸς ἐμέ,' κἀπὶ τούτοις διεξιών: 'αὗται αἱ γυναῖκες ἐκ τῆς
ὁδοῦ τοὺς παριόντας συναρπάζουσι,' καὶ 'οἰκία τις αὕτη τὰ
σκέλη ἠρκυῖα: οὐ γὰρ οἷον λῆρός ἐστι τὸ λεγόμενον, ἀλλ'
ὥσπερ κύνες αἱ γυναῖκες ἐν ταῖς ὁδοῖς συνέχονται', καὶ
'τὸ ὅλον ἀνδρόλαλοί τινεσ', καὶ 'αὐταὶ παρὰ τὴν θύραν τὴν
[σεξτ. 4] αὔλειον ὑπακούουσι'. ἀμέλει δὲ καὶ κακῶς λεγόντων ἑτέρων
συνεπιλαμβάνεσθαι εἴπας: 'ἐγὼ δὲ τοῦτον τὸν ἄνθρωπον
πλέον πάντων μεμίσηκα: καὶ γὰρ εἰδεχθής τις ἀπὸ τοῦ
προσώπου ἐστίν: ἡ δὲ πονηρία οὐδὲν ὁμοία: σημεῖον δέ: τῇ
γὰρ αὑτοῦ γυναικὶ τάλαντα εἰσενεγκαμένῃ προῖκα, ἐξ ἧς
παιδίον αὐτῷ γεννᾷ, τρεῖς χαλκοῦς εἰς ὄψον δίδωσι καὶ τῷ
[σεξτ. 5] ψυχρῷ λοῦσθαι ἀναγκάζει τῇ τοῦ Ποσειδῶνος ἡμέρᾳ'. καὶ
συγκαθήμενος δεινὸς περὶ τοῦ ἀναστάντος εἰπεῖν καὶ ἀρχήν γε
εἰληφὼς μὴ ἀποσχέσθαι μηδὲ τοὺς οἰκείους αὐτοῦ λοιδορῆσαι.
[σεξτ. 6] καὶ πλεῖστα περὶ τῶν φίλων καὶ οἰκείων [κακὰ εἰπεῖν] καὶ
περὶ τῶν τετελευτηκότων κακῶς λέγειν, ἀποκαλῶν παρρησίαν
καὶ δημοκρατίαν καὶ ἐλευθερίαν καὶ τῶν ἐν τῷ βίῳ ἥδιστα
τοῦτο ποιῶν.
[σεξτ. 7] Οὕτως ὁ τῆς ἰδίας κακίας ἐρεθισμὸς μανικοὺς καὶ ἐξεστηκότας
ἀνθρώπους τοῖς ἤθεσι ποιεῖ.