Characters


Characters
By Theophrastus
Edited by: Hermann Diels

Oxford Oxford University Press 1909



Perseus Documents Collection Table of Contents



*Prooi/mion

*ei)rwnei/as *a'

*kolakei/as *b'

*)adolesxi/as *g'

*)agroiki/as *d'

*)areskeia/s *e'

*)aponoia/s s'

*lalia/s *z'

*logopoii/as *h'

*)anaisxunti/as *q'

*mikrologi/as *i'

*bdeluri/as *i*a'

*)akairi/as *i*b'

*periergi/as *i*g'

*)anaisqhsi/as *i*d'

*au)qadei/as *i*e'

*deisidaimoni/as *is'

*memyimoiri/as *i*z'

*)apisti/as *i*h'

*dusxe/reias *i*q'

*)ahdi/as *k'

*mikrofilotimi/as *k*a'

*)aneleuqeri/as *k*b'

*)alazonei/as *k*g'

*(uperhfani/as *k*d'

*deili/as *k*e'

*)oligarxi/as *ks'

*)oyimaqi/as *k*z'

*kakologi/as *k*h'

*filoponhri/as *k*q'

*ai)sxrokerdeia/s *l'


Funded by The Annenberg CPB/Project

 

ξη. 1

Εἰρωνείας Α'

[σεξτ. 1] μὲν οὖν εἰρωνεία δόξειεν ἂν εἶναι, ὡς τύπῳ λαβεῖν, προσποίησις ἐπὶ χεῖρον πράξεων καὶ λόγων, δὲ εἴρων [σεξτ. 2] τοιοῦτός τις, οἷος προσελθὼν τοῖς ἐχθροῖς ἐθέλειν λαλεῖν, οὐ μισεῖν: καὶ ἐπαινεῖν παρόντας, οἷς ἐπέθετο λάθρα, καὶ τούτοις συλλυπεῖσθαι ἡττωμένοις: καὶ συγγνώμην δὲ ἔχειν τοῖς αὑτὸν κακῶς λέγουσι καὶ ἐπὶ τοῖς καθ' ἑαυτοῦ λεγομένοις. [σεξτ. 3] καὶ πρὸς τοὺς ἀδικουμένους καὶ ἀγανακτοῦντας πράως διαλέγεσθαι: καὶ τοῖς ἐντυγχάνειν κατὰ σπουδὴν βουλομένοις [σεξτ. 4] προστάξαι ἐπανελθεῖν. καὶ μηδὲν ὧν πράττει ὁμολογῆσαι, ἀλλὰ φῆσαι βουλεύεσθαι: καὶ προσποιήσασθαι ἄρτι παραγεγονέναι [σεξτ. 5] καὶ ὀψὲ γενέσθαι αὐτὸν καὶ μαλακισθῆναι. καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας . . . ὡς οὐ πωλεῖ, καὶ μὴ πωλῶν φῆσαι πωλεῖν: καὶ ἀκούσας τι μὴ προσποιεῖσθαι, καὶ ἰδὼν φῆσαι μὴ ἑορακέναι, καὶ ὁμολογήσας μὴ μεμνῆσθαι: καὶ τὰ μὲν σκέψασθαι φάσκειν, τὰ δὲ οὐκ εἰδέναι, τὰ δὲ θαυμάζειν, τὰ δ' ἤδη ποτὲ καὶ αὐτὸς οὕτως διαλογίσασθαι. [σεξτ. 6] καὶ τὸ ὅλον δεινὸς τῷ τοιούτῳ τρόπῳ τοῦ λόγου χρῆσθαι: 'οὐ πιστεύω', 'οὐχ ὑπολαμβάνω', 'ἐκπλήττομαι' καὶ 'λέγεις αὐτὸν ἕτερον γεγονέναι: καὶ μὴν οὐ ταῦτα πρὸς ἐμὲ διεξῄει', 'παράδοξόν μοι τὸ πρᾶγμα', 'ἄλλῳ τινὶ λέγε', 'ὅπως δὲ σοὶ ἀπιστήσω ἐκείνου καταγνῶ, ἀποροῦμαι', 'ἀλλ' ὅρα, μὴ σὺ θᾶττον πιστεύεισ'.

[σεξτ. 7] Τοιαύτας φωνὰς καὶ πλοκὰς καὶ παλιλλογίας εὑρεῖν ἐστι τῶν εἰρώνων. τὰ δὴ τῶν ἠθῶν μὴ ἁπλᾶ, ἀλλ' ἐπίβουλα, φυλάττεσθαι μᾶλλον δεῖ τοὺς ἔχεις.