ξη. 15
[σεξτ. 1]
Ὅταν ἀκούσωσί τινες τούτων τῶν λόγων, ὅτι βέβαιον εἶναι δεῖ καὶ ἡ μὲν προαίρεσις ἐλεύθερον φύσει
καὶ ἀνανάγκαστον, τὰ δ' ἄλλα κωλυτά, ἀναγκαστά, δοῦλα, ἀλλότρια, φαντάζονται ὅτι δεῖ παντὶ τῷ κριθέντι
ὑπ' αὐτῶν ἀπαραβάτως ἐμμένειν.
[σεξτ. 2]
ἀλλὰ πρῶτον ὑγιὲς
εἶναι δεῖ τὸ κεκριμένον. θέλω γὰρ εἶναι τόνους ἐν σώματι, ἀλλ' ὡς ὑγιαίνοντι, ὡς ἀθλοῦντι:
[σεξτ. 3]
ἂν δέ μοι φρενιτικοῦ τόνους ἔχων ἐνδεικνύῃ[ς] καὶ ἀλαζονεύῃ ἐπ'
αὐτοῖς, ἐρῶ σοι ὅτι "ἄνθρωπε, ζήτει τὸν θεραπεύσοντα.
τοῦτο οὐκ εἰσὶ τόνοι, ἀλλ' ἀτονία"
[σεξτ. 4]
3. ἕτερον τρόπον
τοιοῦτόν τι καὶ ἐπὶ τῆς ψυχῆς πάσχουσιν οἱ παρακούοντες τῶν λόγων τούτων. οἷον καὶ ἐμός τις ἑταῖρος ἐξ
οὐδεμιᾶς αἰτίας ἔκρινεν ἀποκαρτερεῖν.
[σεξτ. 5]
ἔγνων ἐγὼ ἤδη
τρίτην ἡμέραν ἔχοντος αὐτοῦ τῆς ἀποχῆς καὶ ἐλθὼν
ἐπυνθανόμην τί ἐγένετο.
[σεξτ. 6]
Κέκρικα, φησίν. Ἀλλ'
ὅμως τί σε ἦν τὸ ἀναπεῖσαν; εἰ γὰρ ὀρθῶς ἔκρινας,
ἰδοὺ παρακαθήμεθά σοι καὶ συνεργοῦμεν, ἵν' ἐξέλθῃς:
εἰ δ' ἀλόγως ἔκρινας, μετάθου.
[σεξτ. 7]
Τοῖς κριθεῖσιν ἐμμένειν δεῖ. Τί ποιεῖς, ἄνθρωπε; οὐ πᾶσιν, ἀλλὰ τοῖς
ὀρθῶς. ἐπεὶ παθὼν ἄρτι ὅτι νύξ ἐστιν, ἄν σοι δοκῇ,
μὴ μετατίθεσο, ἀλλ' ἔμμενε καὶ λέγε ὅτι τοῖς κριθεῖσιν
ἐμμένειν δεῖ.
[σεξτ. 8]
[τί ποιεῖς, ἄνθρωπε; οὐ πᾶσιν.] οὐ θέλεις
τὴν ἀρχὴν στῆσαι καὶ τὸν θεμέλιον, τὸ κρίμα σκέψασθαι πότερον ὑγιὲς ἢ οὐχ ὑγιές, καὶ οὕτως λοιπὸν
ἐποικοδομεῖν αὐτῷ τὴν εὐτονίαν, τὴν ἀσφάλειαν;
[σεξτ. 9]
ἂν
δὲ σαπρὸν ὑποστήσῃ καὶ καταπῖπτον, οὐκ οἰκοδόμημά
τι ὄν, ὅσῳ δ' ἂν πλείονα καὶ ἰσχυρότερα ἐπιθῇς, τοσούτῳ
θᾶττον [θᾶττον] κατενεχθήσεται.
[σεξτ. 10]
ἄνευ πάσης αἰτίας ἐξάγεις ἡμῖν ἄνθρωπον ἐκ τοῦ ζῆν φίλον καὶ συνήθη, τῆς
αὐτῆς πόλεως πολίτην καὶ τῆς μεγάλης καὶ τῆς μικρᾶς:
[σεξτ. 11]
εἶτα φόνον ἐργαζόμενος καὶ ἀπολλύων ἄνθρωπον μηδὲν
ἠδικηκότα λέγεις ὅτι τοῖς κριθεῖσιν ἐμμένειν δεῖ.
[σεξτ. 12]
εἰ δ'
ἐπῆλθέν σοί πώς ποτ' ἐμὲ ἀποκτεῖναι, ἔδει σε ἐμμένειν
τοῖς κριθεῖσιν;
Ἐκεῖνος μὲν οὖν μόγις μετεπείσθη.
[σεξτ. 13]
τῶν δὲ νῦν
τινας οὐκ ἔστι μεταθεῖναι. ὥστε μοι δοκῶ ὃ πρότερον
ἠγνόουν νῦν εἰδέναι, τί ἐστι τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον: μωρὸν οὔτε πεῖσαι οὔτε ῥῆξαι ἔστιν.
[σεξτ. 14]
μή
μοι γένοιτο φίλον ἔχειν σοφὸν μωρόν. δυσμεταχειριστ<ότερ>ον οὐδέν ἐστιν. "κέκρικα." καὶ γὰρ οἱ μαινόμενοι: ἀλλ' ὅσῳ βεβαιότερον κρίνουσι τὰ οὐκ ὄντα, τοσούτῳ πλείονος ἐλλεβόρου δέονται.
[σεξτ. 15]
οὐ θέλεις τὰ τοῦ
νοσοῦντος ποιεῖν καὶ τὸν ἰατρὸν παρακαλεῖν; "νοσῶ,
κύριε: βοήθησόν μοι. τί με δεῖ ποιεῖν σκέψαι: ἐμόν
ἐστι πείθεσθαί σοι.
[σεξτ. 16]
" οὕτως καὶ ἐνταῦθ'. "ἃ δεῖ με ποιεῖν
οὐκ οἶδα, ἐλήλυθα δὲ μαθησόμενος." οὔ, ἀλλὰ "περὶ
τῶν ἄλλων μοι λέγε.
[σεξτ. 17]
τοῦτο δὲ κέκρικα". περὶ ποίων
ἄλλων; τί γάρ ἐστι μεῖζον ἢ προὐργιαίτερον τοῦ πεισθῆναί σε, ὅτι οὐκ ἀρκεῖ τὸ κεκρικέναι καὶ τὸ μὴ μεταθέσθαι;
[σεξτ. 18]
οὗτοι οἱ μανικοὶ τόνοι, οὐχ ὑγιεινοί. "ἀποθανεῖν θέλω, ἄν με τοῦτο ἀναγκάσῃς." διὰ τί, ἄνθρωπε;
τί ἐγένετο; "κέκρικα." ἐσώθην, ὅτι οὐ κέκρικας ἐμὲ
ἀποκτεῖναι.
[σεξτ. 19]
"ἀργύριον οὐ λαμβάνω." διὰ τί; "κέκρικα."
ἴσθι ὅτι ᾧ τόνῳ νῦν χρῇ πρὸς τὸ μὴ λαμβάνειν, οὐδὲν
κωλύει σε ἀλόγως ποτὲ ῥέψαι πρὸς τὸ λαμβάνειν καὶ
πάλιν λέγειν ὅτι "
[σεξτ. 20]
3κέκρικα", ὥσπερ ἐν νοσοῦντι καὶ ῥευματιζομένῳ σώματι ποτὲ μὲν ἐπὶ ταῦτα ποτὲ δ' ἐπ'
ἐκεῖνα ῥέπει τὸ ῥεῦμα. οὕτως καὶ ἀσθενὴς ψυχή, ὅπου
μὲν κλίνει, ἄδηλον ἔχει: ὅταν δὲ καὶ τόνος προσῇ
τῷ κλίματι τούτῳ καὶ τῇ φορᾷ, τότε γίνεται τὸ κακὸν
ἀβοήθητον καὶ ἀθεράπευτον.