Homeric HymnsMachine readable text


Homeric Hymns
By Anonymous
Edited by: Hugh G. Evelyn-White

Cambridge, MA.,Harvard University Press; London, William Heinemann Ltd. 1914



Perseus Documents Collection Table of Contents



*ei)\s *diw/nuson

*ei)\s *dhmh/tran
   *ei)\s *)apo/llwna [*dh/lion]
   [*ei)\s *)apo/llwna *pu/qion]

*ei)\s *(ermh=n

*ei)\s *)afrodi/thn

*ei)\s *)afrodi/thn

*ei)\s *diw/nuson

*ei)\s *)/area

*ei)\s *)/artemin

*ei)\s *)afrodi/thn

*ei)\s *)aqh/nan

*ei)\s *(/hran

*ei)\s *dhmh/tran

*ei)\s *mhte/ra *qew=n

*ei)\s *(hrakle/a *leonto/qumon

*ei)\s *)asklhpio/n

*ei)\s *dioskou/rous

*ei)\s *(ermh=n

*ei)\s *pa=na

*ei)\s *(/hfaiston

*ei)\s *)apo/llwna

*ei)\s *poseidw=na

*ei)\s *(/upaton *kroni/dhn

*ei)\s *(esti/an

*ei)\s *mou/sas *kai\ *)apo/llwna

*ei)\s *dio/nuson

*ei)\s *)/artemin

*ei)\s *)aqh/nan

*ei)\s *(esti/an

*ei)\s *gh=n *mhte/ra *pa/ntwn

*ei)\s *(/hlion

*ei)\s *selh/nhn

*ei)\s *dioskou/rous


Funded by The Annenberg CPB/Project

Εἲς Δημήτραν

 
ἐσσυμένως δ' ἤιξε κατ' Οὐλύμποιο καρήνων,
[450] ἐς δ' ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
τὸ πρίν, ἀτὰρ τότε γ' οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
ἑστήκει πανάφυλλον: ἔκευθε δ' ἄρα κρῖ λευκὸν
μήδεσι Δήμητρος καλλισφύρου: αὐτὰρ ἔπειτα
μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
[455] ἦρος ἀεξομένοιο, πέδῳ δ' ἄρα πίονες ὄγμοι
βρισέμεν ἀσταχύων, τὰ δ' ἐν ἐλλεδανοῖσι δεδέσθαι.
ἔνθ' ἐπέβη πρώτιστον ἀπ' αἰθέρος ἀτρυγέτοιο:
ἀσπασίως δ' ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
τὴν δ' ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος:
[460]

δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
[δωσέμεν, ἅς κ' ἐθέλῃσθα] μετ' ἀθανάτοισι θεοῖσι.
[νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο
[τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,
[465] [τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν.
[ὣς ἄρ' ἔφη τελέ]εσθαι: ἑῷ δ' ἐπένευσε κάρητι.
[ἀλλ' ἴθι, τέκνον] ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
ἀ[ζηχὲς μεν]έαινε κελαινεφέι Κρονίωνι.
α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
[470]

ὣ[ς ἔφατ'. οὐ]δ' ἀπίθησεν ἐυστέφανος Δημήτηρ:
αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων:
πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
ἔβρισ': δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
[475] Εὐμόλπου τε βίῃ Κελεῷ θ' ἡγήτορι λαῶν
δρησμοσύνην θ' ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
σεμνά, τά τ' οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
οὔτ' ἀχέειν: μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
[480] ὄλβιος, ὃς τάδ' ὄπωπεν ἐπιχθονίων ἀνθρώπων:
ὃς δ' ἀτελὴς ἱερῶν ὅς τ' ἄμμορος, οὔποθ' ὁμοίων
αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.


αὐτὰρ ἐπειδὴ πάνθ' ὑπεθήκατο δῖα θεάων,
βάν ῥ' ἴμεν Οὔλυμπόνδε θεῶν μεθ' ὁμήγυριν ἄλλων.
[485] ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
σεμναί τ' αἰδοῖαι τε: μέγ' ὄλβιος, ὅν τιν' ἐκεῖναι
προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων:
αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
[490] ἀλλ' ἄγ' Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα
καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
πότνια, ἀγλαόδωρ', ὡρηφόρε, Δηοῖ ἄνασσα,
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια:
πρόφρονες ἀντ' ὠδῆς βίοτον θυμήρε' ὄπαζε.
[495] αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.


ηψμν 3

Εἲς Ἀπόλλωνα [Δήλιον]




μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα:
καί ῥά τ' ἀναί̈σσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
πάντες ἀφ' ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
[5] Λητὼ δ' οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,
ῥα βιόν τ' ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,
καί οἱ ἀπ' ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
πασσάλου ἐκ χρυσέου: τὸν δ' ἐς θρόνον εἷσεν ἄγουσα.
[10] τῷ δ' ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ
δεικνύμενος φίλον υἱόν: ἔπειτα δὲ δαίμονες ἄλλοι
ἔνθα καθίζουσιν: χαίρει δέ τε πότνια Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.
χαῖρε, μάκαιρ' Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,
[15] Ἀπόλλωνά τ' ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,
τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
ἀγχοτάτω φοίνικος, ἐπ' Ἰνωποῖο ῥεέθροις.


πῶς τ' ἄρ σ' ὑμνήσω πάντως εὔυμνον ἐόντα;
[20] πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατ' ἀοιδῆς,
ἠμὲν ἀν' ἤπειρον πορτιτρόφον ἠδ' ἀνὰ νήσους:
πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων ποταμοί θ' ἅλαδε προρέοντες
ἀκταί τ' εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
[25] ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,
κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,
Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,
ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
[30] ὅσσους Κρήτη τ' ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν
νῆσός τ' Αἰγίνη ναυσικλειτή τ' Εὔβοια,
Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
Θρηίκιός τ' Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
Θρηικίη τε Σάμος Ἴδης τ' ὄρεα σκιόεντα,
[35] Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ,
Ἴμβρος τ' εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
Λέσβος τ' ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,
καὶ Χίος, νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
[40] καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ
καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ' αἰπεινὰ κάρηνα
Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,
καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
Νάξος τ' ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
[45] τόσσον ἔπ' ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,
εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.