Homeric HymnsMachine readable text


Homeric Hymns
By Anonymous
Edited by: Hugh G. Evelyn-White

Cambridge, MA.,Harvard University Press; London, William Heinemann Ltd. 1914



Perseus Documents Collection Table of Contents



*ei)\s *diw/nuson

*ei)\s *dhmh/tran
   *ei)\s *)apo/llwna [*dh/lion]
   [*ei)\s *)apo/llwna *pu/qion]

*ei)\s *(ermh=n

*ei)\s *)afrodi/thn

*ei)\s *)afrodi/thn

*ei)\s *diw/nuson

*ei)\s *)/area

*ei)\s *)/artemin

*ei)\s *)afrodi/thn

*ei)\s *)aqh/nan

*ei)\s *(/hran

*ei)\s *dhmh/tran

*ei)\s *mhte/ra *qew=n

*ei)\s *(hrakle/a *leonto/qumon

*ei)\s *)asklhpio/n

*ei)\s *dioskou/rous

*ei)\s *(ermh=n

*ei)\s *pa=na

*ei)\s *(/hfaiston

*ei)\s *)apo/llwna

*ei)\s *poseidw=na

*ei)\s *(/upaton *kroni/dhn

*ei)\s *(esti/an

*ei)\s *mou/sas *kai\ *)apo/llwna

*ei)\s *dio/nuson

*ei)\s *)/artemin

*ei)\s *)aqh/nan

*ei)\s *(esti/an

*ei)\s *gh=n *mhte/ra *pa/ntwn

*ei)\s *(/hlion

*ei)\s *selh/nhn

*ei)\s *dioskou/rous


Funded by The Annenberg CPB/Project

 

Εἲς Διώνυσον


[γαπ ιν τεχτ] οἳ μὲν γὰρ Δρακάνῳ σ', οἳ δ' Ἰκάρῳ ἠνεμοέσσῃ
φάσ', οἳ δ' ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,
οἳ δέ σ' ἐπ' Ἀλφειῷ ποταμῷ βαθυδινήεντι
κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ:
[5] ἄλλοι δ' ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,
ψευδόμενοι: σὲ δ' ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
πολλὸν ἀπ' ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην.
ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,
τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων,
[10] [γαπ ιν τεχτ] καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ' ἐνὶ νηοῖς.
ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ
ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.


καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων:
ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
[15] κρατὸς ἀπ' ἀθανάτοιο: μέγαν δ' ἐλέλιξεν Ὄλυμπον.
ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.


ἵληθ', εἰραφιῶτα, γυναιμανές: οἱ δέ σ' ἀοιδοὶ
ᾄδομεν ἀρχόμενοι λήγοντές τ': οὐδέ πῃ ἔστι
σεῖ' ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.
[20] καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσ' εἰραφιῶτα,
σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην.


ηψμν 2

Εἲς Δημήτραν




Δήμητρ' ἠύκομον, σεμνὴν θεόν, ἄρχομ' ἀείδειν,
αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
[5] παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις
ἄνθεά τ' αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ' ἴα καλὰ
λειμῶν' ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ' ὑάκινθον
νάρκισσόν θ', ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,
[10] θαυμαστὸν γανόωντα: σέβας τό γε πᾶσιν ἰδέσθαι
ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις:
τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει:
κὦζ' ἥδιστ' ὀδμή, πᾶς τ' οὐρανὸς εὐρὺς ὕπερθεν
γαῖά τε πᾶσ' ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
[15] δ' ἄρα θαμβήσασ' ὠρέξατο χερσὶν ἅμ' ἄμφω
καλὸν ἄθυρμα λαβεῖν: χάνε δὲ χθὼν εὐρυάγυια
Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.


ἁρπάξας δ' ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
[20] ἦγ' ὀλοφυρομένην: ἰάχησε δ' ἄρ' ὄρθια φωνῇ,
κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
ἤκουσεν φωνῆς, οὐδ' ἀγλαόκαρποι ἐλαῖαι
εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
[25] ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,
Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
κούρης κεκλομένης πατέρα Κρονίδην: δὲ νόσφιν
ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
[30] τὴν δ' ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.


ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
[35] αὐγάς τ' ἠελίου, ἔτι δ' ἤλπετο μητέρα κεδνὴν
ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ:
[γαπ ιν τεχτ] ἤχησαν δ' ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
φωνῇ ὑπ' ἀθανάτῃ: τῆς δ' ἔκλυε πότνια μήτηρ.