Homeric HymnsMachine readable text


Homeric Hymns
By Anonymous
Edited by: Hugh G. Evelyn-White

Cambridge, MA.,Harvard University Press; London, William Heinemann Ltd. 1914



Perseus Documents Collection Table of Contents



*ei)\s *diw/nuson

*ei)\s *dhmh/tran
   *ei)\s *)apo/llwna [*dh/lion]
   [*ei)\s *)apo/llwna *pu/qion]

*ei)\s *(ermh=n

*ei)\s *)afrodi/thn

*ei)\s *)afrodi/thn

*ei)\s *diw/nuson

*ei)\s *)/area

*ei)\s *)/artemin

*ei)\s *)afrodi/thn

*ei)\s *)aqh/nan

*ei)\s *(/hran

*ei)\s *dhmh/tran

*ei)\s *mhte/ra *qew=n

*ei)\s *(hrakle/a *leonto/qumon

*ei)\s *)asklhpio/n

*ei)\s *dioskou/rous

*ei)\s *(ermh=n

*ei)\s *pa=na

*ei)\s *(/hfaiston

*ei)\s *)apo/llwna

*ei)\s *poseidw=na

*ei)\s *(/upaton *kroni/dhn

*ei)\s *(esti/an

*ei)\s *mou/sas *kai\ *)apo/llwna

*ei)\s *dio/nuson

*ei)\s *)/artemin

*ei)\s *)aqh/nan

*ei)\s *(esti/an

*ei)\s *gh=n *mhte/ra *pa/ntwn

*ei)\s *(/hlion

*ei)\s *selh/nhn

*ei)\s *dioskou/rous


Funded by The Annenberg CPB/Project

 


τοὺς δ' ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων:


νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας
βούλεσθ' ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ:
ῥηίδιον ἔπος ὔμμ' ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,
[535] δεξιτερῇ μάλ' ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν,
σφάζειν αἰεὶ μῆλα: τὰ δ' ἄφθονα πάντα παρέσται,
ὅσσα τ' ἐμοί κ' ἀγάγωσι περικλυτὰ φῦλ' ἀνθρώπων:
νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλ' ἀνθρώπων
ἐνθάδ' ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.
[539α] [δείκνυσθε θνητοῖσι: σὺ δὲ φρεσὶ δέξο θέμιστα.
[539β] εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλ' ἀλογήσει]
[540] ἠέ τι τηύ̈σιον ἔπος ἔσσεται ἠέ τι ἔργον
ὕβρις θ', θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
ἄλλοι ἔπειθ' ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
τῶν ὑπ' ἀναγκαίῃ δεδμήσεσθ' ἤματα πάντα.
εἴρηταί τοι πάντα: σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.
[545]

καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ:
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.


ηψμν 4

Εἲς Ἑρμῆν




Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν,
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα,
[5] αἰδοίη: μακάρων δὲ θεῶν ἠλεύαθ' ὅμιλον,
ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,
λήθων ἀθανάτους τε θεοὺς θνητούς τ' ἀνθρώπους.
[10] ἀλλ' ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,
τῇ δ' ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,
εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο:
καὶ τότ' ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,
ληιστῆρ', ἐλατῆρα βοῶν, ἡγήτορ' ὀνείρων,
[15] νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχ' ἔμελλεν
ἀμφανέειν κλυτὰ ἔργα μετ' ἀθανάτοισι θεοῖσιν.
ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,
ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος
τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.
[20] ὃς καί, ἐπειδὴ μητρὸς ἀπ' ἀθανάτων θόρε γυίων,
οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,
ἀλλ' γ' ἀναί̈ξας ζήτει βόας Ἀπόλλωνος
οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.
ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον:
[25] Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ' ἀοιδόν:
ῥά οἱ ἀντεβόλησεν ἐπ' αὐλείῃσι θύρῃσι
βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,
σαῦλα ποσὶν βαίνουσα: Διὸς δ' ἐριούνιος υἱὸς
ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε: