[p. 111] τοῦ
κώλου φέρονται καὶ σάρκες ἐξέρυθροι καὶ μεγάλαι, περιγραφὴν
πολλὸν μέζονα ἔχουσαι · εἰ δὲ βαθέα γίγνεται τὰ ἕλκεα,
καὶ αἷμα παχὺ, τρυγῶδες,
τάδε κάκοδματῶν πρόσθεν μᾶλλον.
ἐπην δὲ ἕρπῃ καὶ ἐσθίῃ τὰ ἕλκεα, καὶ ἴσχηται
μηδαμᾶ ἐπὶ μηδενὶ, ἄνωθεν μὲν πρὸς τοῖσι χολώδεσι τοῖσι
κατακορέσι , κροκώδεα,
καὶ ἔπαφρα, τρυγίζοντα ,
καὶ μέλανα, ἰσατώδεα,
πρασοειδέα , παχύτερατῶν
πρόσθεν, κακώδεα, ὅκως
ἡ σηπεδὼν, διαχωρέει.
τροφὴ νῦν ἀπεπτοτέρη, ὡς ὑπὸ ὀδόντων λάβρων
τετριμμένη μοῦνον. ἢν δὲ τὰ κάτω ἀνεσθίηται ,
αἱμάλωπες μέλανες,
παχέα, σαρκοειδέα ,
ἐξέρυθρα, θρομβώδεα,
ἄλλοτε μὲν μέλανα, ἄλλοτε δὲ παντοίως
ποικίλα, κάκοδμα, οὐ
φορητὰ, ἀφέσιες τῶν ὑγρῶν ἀβούλητοι· ἀπελύθη κοτὲ καὶ
εὔμηκες ἄκριτον κατὰ πλεῦνα, ὅκως ὑγιὲς τὸ ἔντερον,
καὶ δέος παρέσχεν ἀμφὶ ἔντερον τοῖσι ἀγνοοῦσι τοῦ πρήγματος.
τὸ δέ ἐστι τοιόνδε.
τῶν ἐντέρων, ὅκως τῆς κοιλίης,
χιτῶνες ἔασι δοιοί· ἀτὰρ καὶ ἀλλήλοισι ἐπιβάλλουσι οἵδε
λοξοί. ἢν οὖν ἡ διπλόη λυθῇ,
ὁ μὲν ἐντὸς χιτὼν ἀποστὰς ἐς μῆκος ἔξω χωρέει,
ὁ δὲ ἐκτὸς μίμνει μοῦνος, καὶ σαρκοῦται,
καὶ ἐπωτειλοῦται,
καὶ ἀλθέξονται , καὶ ζώωσι ἀσινέες.
πάσχει δὲ τὸ κάτω μοῦνον,
αἰτίη δὲ τῶν χιτώνων τὸ σαρκοειδές . ἢν δὲ
αἷμα ἀπό τευ ἀγγείου φέρηται ξανθὸν, ἢ μέλαν,
καθαρὸν ῥέΕι, ἀμιγὲς
τροφῆς, ἢ σκυβάλων ἄτερ.
εἰ δὲ ἐπίπαγος ἐπιπετάννυτο πλατέσι ἀραχνίοισι ἴκελος θρομβοῦται
, ἢν ψυχθῇ· οὐδὲ γὰρ ἡ πίστις αἵματος ἔκκρισις· τῷ δὲ ῥΟίζῳ
πολλῷ ξὺν πνεύματι μέζων τῆς περιστάσιος ἡ φαντασίη τῆς ἐκκρίσιος.
γίγνεταί κοτε καὶ ἐν κώλῳ πύου ἀπόστασις,
οὐδέν τι τῶν ἄλλων τῶν ἐντὸς ἑλκέων ξενοπρεπεστέρη.
καὶ γὰρ τὰ σημήϊα καὶ τὸ πῦον καὶ ἡ ἄλθεξις τῶν ἑλκέων ἡ ὠυτή.
ἢν δὲ ἐκκρίσιες σκληραὶ τῶν σαρκοει δέων ἔωσι,
τετριμμέναι, τρηχέσι σώμασι
ἴκελαι, ἡ ἀπόστασις οὐ τοῦ εὐήθεος τρόπου· ῥέΕι κοτὲ πολλὸν
ἀπὸ τοῦ κώλου ὕδωρ,
|