[p. 110] ὡς ἐν ξύλῳ ὄζον
εἴπομεν. δυσαλθέα τάδε,
οὔτε γὰρ ὠτειλὴν ῥΗϊδίως ἴσχει, ῥΗί̈τερόν τε
γὰρ λύονται.
Αἰτίαι δὲ δυσεντερίης
μυρίαι, ἐπίκαιροι δὲ,
ἀπεψίαι , ψύξιες συνεχέες,
δριμέων πρόσαρσις, μυττωτῶν,
κρομμύου αὐτοῦ,
σκορόδου, κρεῶν παλαιῶν δριμέων ἐδωδή.
ἐφ' οἷσι ἀπεψίη· ὑγρὸν ἄηθες, κυκεὼν,
ἢ βρυτέων πόμα, ἢ οἷα
κατὰ χώρην ἑκάστην ἀντὶ οἴνου γίγνεται δίψεος ἄκεα. ἀτὰρ
καὶ πληγὴ καὶ ψύξις καὶ ψυχροποσίη τίκτουσι ἕλκεα.
Αἱ δὲ ἐκκρίσιες καὶ τὰ ξυνεόντα τοῖσι ἕλκεσι ἕτερα καὶ ἕτερα,
ἐπ' ἄλλοισι καὶ ἄλλοισι. ἢν μὲν γὰρ
ἐπιπολῆς ἔῃ, ἄνωθεν μὲν λεπτὰ,
χολώδεα, ἄνοσμα,
πλὴν ὁκόσον ἀπ' ἐντέρων. τὰ δὲ ἀπὸ τῆς νήστιος
κατακορέα μᾶλλον, κροκοειδέα ,
κακώδεα · τὰ δὲ καὶ ξὺν τῇ τροφῇ λελυμέν ῃ μὲν,
ἀλλὰ τρηχείῃ, ἄλλοτε κάκοδμόν
ἐστι, τὰ δὲ ἕλκεα σηπεδώνεα ἄλλοτε δὲ ἴσχει,
ὡς ἀπὸ σκυβάλων μοῦνον τὴν ὀσμήν· ἀπὸ δὲ τῶν κάτω ἐπὶ τοῖσι
ἕλκεσι, ὑδατώδεα,
λεπτὰ, ἄνοσμα · ἢν δὲ ἐπὶ μᾶλλον
βαθέα, ἰχωροειδέα ,
ὑπέρυθρα, οἰνώδεα, ἢ
ὅκως κρεῶν πλύμα. ἄλλοτε μὲν ἰδίῃ τάδε,
ἄλλοτε δὲ ξὺν τοῖσι κοπρίοισι· καὶ τάδε ὑγρὰ λελυμένα τῷ περιρρόῳ,
ἄχολα, ἄνοσμα · ἢ ξυνεστῶτα,
ξηρὰ ἐξίασι, ὀλισθηρὰ τῷ περιρρόῳ · ἢν δὲ
μέζω καὶ λειότερα ᾖ τὰ ἕλκεα, ἐπὶ μὲν
τοῖσι ἄνω, χολώδεα, καὶ
ἀφ' ὧν καὶ δι' ὧν ἔρχεται-- καὶ γὰρ τὴν
ἕδρην,-- δάκνει. δριμεῖα
γὰρ ἡ χολὴ, καὶ ἐπὶ μᾶλλον ἢν ἀφ' ἕλκεος· καὶ ἡ χολὴ δὲ πίων
ὅκως λίπας. ἐπὶ δὲ τοῖσι βαθυτέροις τοῖσι κάτω αἱμάλωψ
παχὺς σὺν φλέγματι, σαρκοειδέα οὐ κάρτα πίονα,
ξυσματώδεα , ὡς ἀπ' ἐντέρων
εἶναι. ἀτὰρ καὶ ὅλα συμμέμικται μέρεα· φέρεται
λευκὰ, παχέα, μυξώδεα,
στέατι ξυγκοπέντι ἴκελα,
ξὺν τῷ περιρρόῳ. τάδε μέντοι ἀπὸ τοῦ εὐθέος
τοῦ παραμήκεος ἐντέρου. ἄλλοτε δὲ μυξώδεα
μοῦνον, ὀδαξώδεα,
σμικρὰ, στρογγύλα,
δακνώδεα, ἐξαναστάσιας
πυκινὰς, καὶ προθυμίην ξὺν ἡδονῇ ποιεύμενα,
ἐκκρίσιας δὲ κάρτα σμικράς · τεινασμὸς τοῦδε ἡ ἐπίκλησις.
ἀπὸ δὲ