[p. 103] τὴν φυήν· τάπερ οὐδὲ
σαρκοῦται οὔτε ῥΗϊδίως ἐπωτειλοῦται. ποτὶ καὶ τὸ οὖρον
χολῶδες, δριμὺ, δακνῶδες· τοῦ ἕλκεος
ἡ ξυνὴ δίαιτα ἤδε ἐν μὲν τῇσι πληρώσεσι διατέταται · ἢν δὲ κενωθῇ,
ξυνίζει · πάσχει οὖν ἄρθρου πάθεϊ ἐν ἐκτάσιτε καὶ κάμψι· ἄρθρῳ δὲ οὐκ
εὐαλθὲς ἕλκος οὐδέν.
Καὶ ἔμπυος δὲ ἐξ ἀποστάσιος
γίγνεται· κύστιος σημήϊα, τάπερ ἐπ' ἄλλοισι · ἐπὶ φλεγμασίῃ γὰρ
, καὶ ἐπὶ πυρετοῖσι,
καὶ ῥίΓεσι, ἡ ἀπόστασις· κίνδυνοι οἱ ὠυτοί·
πῦον δὲ ἀλλ' εἰ παχὺ, λευκὸν,
οὐ κάκοδμον ἐκδιδοῖ, εὐηθέα τὰ ἀπὸ τῶνδε
ἕλκεα· ἢν δὲ ἐπινέμηται, τρυγώδεα,
μυξοποιὰ, κάκοδμα οὐρέουσι· τῶν τοιῶνδε οὐ
βραδύνει θάνατος · δακνώδε α μὲν τὰ οὖρα· ὀδυνηρὰ δὲ ἡ πρόεσις αὐτῶν,
διαί̈σσει δὲ ἡ ὀδύνη μέσφι ἄκρων τοῦ καυλοῦ· βλάπτει δὲ αὐτέους πάντα καὶ τἀναντία·
καὶ πλησμονὴ καὶ κένωσις, καὶ ἀργίη καὶ κίνησις,
καὶ λουτρὰ καὶ ἀλουσίη,
καὶ τροφὴ καὶ ἀτροφίη, καὶ γλυκέα καὶ
ὀξέα, ἄλλων ἄλλα μὲν ὠφελεύντων ,
ἄλλα δὲ βλαπτόντων, εἰς ἓν ξυμβῆναι μὴ
δυναμένων.
Κεφ.
ε'. Περὶ Γονορροίας
.
Ἀνώλεθρονμὲν ἡ γονόρροια,
ἀτερπὲς δὲ καὶ ἀηδὲς μέσφι ἀκοῆς. ἢν
γὰρ ἀκρασίη καὶ πάρεσις τὰ ὑγρὰ ἴσχῃ καὶ γόνιμα μέρεα, ὅκως
δι' ἀψύχων ῥέΕι ἡ θορὴ, οὐδὲ ἐπίσχειν αὐτέην ἐστὶ οὐδὲ ἐν
ὕπνοισι. ἀλλὰ γὰρ ἢν τε εὕδῃ,
ἤν τε ἐγρηγορέῃ, ἀνεπίσχετος ἡ
φορὴ, ἀναίσθητος δὲ ἡ ῥΟὴ τοῦ γόνου γίγνεται· νοσέουσι δὲ
καὶ γυναῖκες τήνδε τὴν νοῦσον, ἀλλ' ἐπὶ κνησμοῖσιτῶν
μορίων καὶ ἡδονῇ προχέεταιτῇσι ἡ θορὴ, ἀτὰρ καὶ πρὸς ἄνδρας
ὁμιλίῃ ἀναισχύντῳ · ἄνδρες δὲ οὐδ' ὅλως ὀδάξονται· τὸ δὲ ῥέΟν ὑγρὸν,
λεπτὸν, ψυχρὸν,
ἄχρουν, ἄγονον.
πῶς γὰρ ζωογόνον ἐκπέμψαι σπέρμα ψυχρὴ οὖσα ἡ φύσις;
ἢν δὲ καὶ νέοι πάσχωσι, γηραλέους χρὴ γενέσθαι
πάντας τὴν ἕξιν, νωθώδεας,
ἐκλύτους, ἀψύχους,