[p. 112] δυσεντεριώδεα τρόπον
. ὕδρωπος τόδε μυρίους ἐρρύσατο.
τὰ μὲι
ἕλκεα, ὡς ἔπος εἰπεῖν, τὰ
ἐν τοῖσι ἐντέροισι τοιάδε· ἀτὰρ ἠδὲ καὶ ἡ τῶνδε ἰδέη, καὶ αἱ
ἀπὸ τῶνδε ἐκκρίσιες, ὁκόσας ἔλεξα.
Φράσω δὲ καὶ τὰ ξυνεόντα ἑκάστοισι τῶν νοσεόντων,
ἤν τε εὐήθεα, ἤν τε σιναρὰ ᾖ τὰ
ἕλκεα. ἀθρόον μὲν οὖν εἰρήσθω,
ἢν ἐπιπολῆς ἀναδορὴ, ἤν τε ἄνω,
ἤν τε κάτω ἔῃ, ἄπυροι,
ἄπονοι, ὀρθοστάδην ὑγιαζόμενοι,
σμικρῆσι τῇσι διαίτῃσι ἑτεροίως.
ἢν δὲ ἕλκος ἐγγένηται, ἐπὶ μὲν τοῖσι ἄνω
στρόφος δακνώδης, δριμὺς,
ὡς ἀπὸ χολῆς θερμῆς σμικρῆς, ἔμπυοι ἄλλοτε
καὶ ἄλλοτε· τὸ δὲ πλέον, ἔμπυοι. ἢ πέψιες ἡμιτελέες,
οὐκ ἀπόσιτοι · ἢν δὲ τοῖσι κάτω ἕλκεα γένηται,
πολλόν τι ἀσινέστερα τῶν ἄνω· καὶ γὰρ τὰ ἔντερα πολλόν τι μᾶλλον τῶν ἄλλων
σαρκοειδέα . ἢν δὲ κοῖλα καὶ ἀνεσθίοντα ἐς τὰ ἄνω γένηται,
πυρετοὶ ὀξέες,
ἀλαμπέες, ἐν τοῖσι σπλάγχνοισι ὑποβρύχιοι,
περίψυξι ς, ἀποσιτίη,
ἀγρυπνίη · ἐρυγαὶ κακώδεες,
ναυτίη, χολῆς ἔμετοι,
σκοτοδίνη · ἢν δὲ πολλὴ μὲν ἡ φορὴ, χολωδεστέρων
δὲ γίγνηται, ἐπίμονοι στρόφοι,
καὶ ἄλλοι πόνοι μᾶλλον· ποτὶ καὶ ἐκλύσιες δυνάμιος,
ὑπολύσιες γουνάτων, καυσώδεες,
διψαλέοι, ἀσώδεες,
ναυτίη μελάνων, γλῶσσα
ξηρὴ, σφυγμοι σμικροὶ,
ἄτονοι. τουτέων ἀδελφὰ,
ὀκόσα ἐπὶ τοῖσι κακοειδέσι ἕλκεσι ἔλεξα τὰ θανατώδεα.
καρδιώσσουσι μέσφι λειποθυμίης. μετεξέτεροι
δὲ οὐδὲ ἐς ἀνάκτησιν ἐπαλινδρόμησαν· ἀλλ' οὕτως ἐξέθανον· τάδε τὰ δεινὰ ξυνὰ καὶ τῇσι
ἀπὸ τῶν κάτω ἐντέρων διαβρώσεσι , ἢν νέμηται μὲν τὰ
ἕλκεα, ἄσχετος δὲ ἡ φορή· πλὴν ὁκόσον οἱ στρόφοι καὶ οἱ
πόνοι ὑπὸ τὸν ὀμφαλὸν κάτω, ἔνθα τὰ ἕλκεα.
|