LettersMachine readable text


Letters
By Demosthenes
Edited by: W. Rennie

Oxford: Clarendon Press 1931



Perseus Documents Collection Table of Contents



*peri\ th=s o(monoi/as

*peri\ th=s i)di/as kaqo/dou

*peri\ tw=n *lukou/rgou paidw=n

*peri\ th=s *qhrame/nous blasfhmi/as

*pro\s *(hrakleo/dwron

*pro\s th\n boulh\n kai\ to\n dh=mon to\n *)aqhnai/wn


Funded by The Annenberg CPB/Project

 

λεττερ 4

Περὶ τῆς Θηραμένους βλασφημίας

[σεξτ. 1]

Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἀκούω περὶ ἐμοῦ Θηραμένην ἄλλους τε λόγους βλασφήμους εἰρηκέναι καὶ δυστυχίαν προφέρειν. τὸ μὲν οὖν τοῦτον ἀγνοεῖν ὅτι λοιδορίας, μηδεμίαν κακίαν, καθ' ὅτου λέγεται, δείκνυσιν, οὐδέν ἐστ' ὄφελος παρ' εὖ φρονοῦσιν ἀνθρώποις, οὐχὶ θαυμάζω: τὸν γὰρ θρασὺν μὲν τῷ βίῳ, μὴ πολίτην δὲ τὴν φύσιν, ἐν ἐργαστηρίῳ δὲ τεθραμμένον ἐκ παιδός, αἰσθάνεσθαί τι τῶν τοιούτων ἀλογώτερον ἦν μὴ συνιέναι. [σεξτ. 2] τούτῳ μὲν οὖν, ἐὰν ἀφίκωμαί ποτε καὶ σωθῶ, πειράσομαι διαλεχθῆναι περὶ ὧν εἰς ἐμὲ καὶ περὶ ὧν εἰς ὑμᾶς παροινεῖ, καὶ νομίζω, καίπερ οὐδὲν μετέχοντα τοῦ αἰσχύνεσθαι, μετριώτερον αὐτὸν ποιήσειν: ὑμῖν δὲ τοῦ κοινῇ συμφέροντος ἕνεκα βούλομαι δι' ἐπιστολῆς, οὓς περὶ τούτων ἔχω λόγους, δηλῶσαι. οἷς πάνυ τὸν νοῦν προσέχοντες ἀκούσατε: οἴομαι γὰρ αὐτοὺς οὐκ ἀκοῆς μόνον, ἀλλὰ καὶ μνήμης ἀξίους εἶναι.