LettersMachine readable text


Letters
By Demosthenes
Edited by: W. Rennie

Oxford: Clarendon Press 1931



Perseus Documents Collection Table of Contents



*peri\ th=s o(monoi/as

*peri\ th=s i)di/as kaqo/dou

*peri\ tw=n *lukou/rgou paidw=n

*peri\ th=s *qhrame/nous blasfhmi/as

*pro\s *(hrakleo/dwron

*pro\s th\n boulh\n kai\ to\n dh=mon to\n *)aqhnai/wn


Funded by The Annenberg CPB/Project

Περὶ τῶν Λυκούργου παιδῶν

  [σεξτ. 44]

καὶ μή μ' ὑπολαμβάνετ' ὀργίζεσθαι τοῖς λόγοις τούτοις: οὐ γὰρ ἂν πάθοιμι τοῦτο πρὸς ὑμᾶς ἐγώ: ἀλλ' ἔχει τινὰ τις ἀδικουμένοις ῥᾳστώνην τὸ λέγειν πάσχουσιν, ὥσπερ τοῖς ἀλγοῦσι τὸ στένειν, ἐπεὶ τῇ γ' εὐνοίᾳ οὕτως ἔχω πρὸς ὑμᾶς ὡς ὑμᾶς ἂν εὐξαίμην πρὸς ἐμέ. καὶ τοῦτ' ἐν πᾶσιν πεποίηκα καὶ ποιήσω φανερόν. [σεξτ. 45] ἔγνωκα γὰρ ἐξ ἀρχῆς παντὶ τῷ πολιτευομένῳ προσήκειν, ἄνπερ δίκαιος πολίτης, ὥσπερ οἱ παῖδες πρὸς τοὺς γονέας, οὕτως πρὸς ἅπαντας τοὺς πολίτας ἔχειν, εὔχεσθαι μὲν ὡς εὐγνωμονεστάτων τυγχάνειν, φέρειν δὲ τοὺς ὄντας εὐμενῶς: γὰρ ἐν τοῖς τοιούτοις ἧττα καλὴ καὶ προσήκουσα νίκη παρὰ τοῖς εὖ φρονοῦσι κρίνεται. εὐτυχεῖτε.