PeaceMachine readable text


Peace
By Aristophanes
Edited by: F.W. Hall and W.M. Geldart

Oxford Clarendon Press, Oxford 1907



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 
Οικέτης Α
αἶρ' αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.
Οικέτης Β
ἰδού. δὸς αὐτῷ, τῷ κάκιστ' ἀπολουμένῳ
καὶ μήποτ' αὐτῆς μᾶζαν ἡδίω φάγοι.
Οικέτης Α
δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
Οικέτης Β
[5] ἰδοὺ μάλ' αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ 'φερες;
κατέφαγεν;
Οικέτης Α
οὐ μὰ τὸν Δἴ ἀλλ' ἐξαρπάσας
ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
ἀλλ' ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
Οικέτης Β
ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,
[10] εἰ μή με βούλεσθ' ἀποπνιγέντα περιιδεῖν.
Οικέτης Α
ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος:
τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
Οικέτης Β
ἰδού.
ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ:
οὐδεὶς γὰρ ἂν φαίη με μάττοντ' ἐσθίειν.
Οικέτης Α
[15] αἰβοῖ, φέρ' ἄλλην χἀτέραν μοι χἀτέραν,
καὶ τρῖβ' <ἔθ'> ἑτέρας.
Οικέτης Β
μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ:
οὐ γὰρ ἔθ' οἶός τ' εἴμ' ὑπερέχειν τῆς ἀντλίας.
Οικέτης Α
αὐτὴν ἄρ' οἴσω συλλαβὼν τὴν ἀντλίαν.
Οικέτης Β
νὴ τὸν Δί' ἐς κόρακάς γε καὶ σαυτόν γε πρός.
[20] ὑμῶν δέ γ' εἴ τις οἶδ' ἐμοὶ κατειπάτω,
πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
οὐδὲν γὰρ ἔργον ἦν ἄρ' ἀθλιώτερον
κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, κύων
[25] φαύλως ἐρείδει: τοῦτο δ' ὑπὸ φρονήματος
βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,
ἢν μὴ παραθῶ τρίψας δι' ἡμέρας ὅλης
ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
ἀλλ' εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι
[30] τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μ' ἴδῃ.
ἔρειδε, μὴ παύσαιο μηδέποτ' ἐσθίων
τέως ἕως σαυτὸν λάθοις διαρραγείς.
οἷον δὲ κύψας κατάρατος ἐσθίει,
ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,
[35] καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως
ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία
τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας.
μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν:
χὤτου ποτ' ἐστὶ δαιμόνων προσβολὴ
[40] οὐκ οἶδ'. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται,
οὐ μὴν Χαρίτων γε.
Οικέτης Α
τοῦ γάρ ἐστ';
Οικέτης Β
οὐκ ἔσθ' ὅπως
τοῦτ' ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου.
Οικέτης Α
οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι
νεανίας δοκησίσοφος, τὸ δὲ πρᾶγμα τί;
[45] κάνθαρος δὲ πρὸς τί; κᾆτ' αὐτῷ γ' ἀνὴρ
Ἰωνικός τίς φησι παρακαθήμενος:
δοκέω μέν, ἐς Κλέωνα τοῦτ' αἰνίσσεται,
ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.
Οικέτης Β
ἀλλ' εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.