PeaceMachine readable text


Peace
By Aristophanes
Edited by: F.W. Hall and W.M. Geldart

Oxford Clarendon Press, Oxford 1907



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 
Οικέτης Α
[50] ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις
καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν
καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω
καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
δεσπότης μου μαίνεται καινὸν τρόπον,
[55] οὐχ ὅνπερ ὑμεῖς, ἀλλ' ἕτερον καινὸν πάνυ.
δι' ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων
ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ
καί φησιν, Ζεῦ τί ποτε βουλεύει ποιεῖν;
κατάθου τὸ κόρημα: μὴ 'κκόρει τὴν Ἑλλάδα.
[60] ἔα ἔα.
σιγήσαθ', ὡς φωνῆς ἀκούειν μοι δοκῶ.
Τρύγαιος
Ζεῦ τί δρασείεις ποθ' ἡμῶν τὸν λεών;
λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.
Οικέτης Α
τοῦτ' ἔστι τουτὶ τὸ κακὸν αὔθ' οὑγὼ 'λεγον.
[65] τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε:
δ' εἶπε πρῶτον ἡνίκ' ἤρχεθ' χολή,
πεύσεσθ'. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί:
πῶς ἄν ποτ' ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;
ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,
[70] πρὸς ταῦτ' ἀνηρριχᾶτ' ἂν ἐς τὸν οὐρανόν,
ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.
ἐχθὲς δὲ μετὰ ταῦτ' ἐκφθαρεὶς οὐκ οἶδ' ὅποι
εἰσήγαγ' Αἰτναῖον μέγιστον κάνθαρον,
κἄπειτα τοῦτον ἱπποκομεῖν μ' ἠνάγκασεν,
[75] καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον,
Πηγάσειον, φησί, γενναῖον πτερόν,
ὅπως πετήσει μ' εὐθὺ τοῦ Διὸς λαβών.
ἀλλ' τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.
οἴμοι τάλας: ἴτε δεῦρο δεῦρ γείτονες:
[80] δεσπότης γάρ μου μετέωρος αἴρεται
ἱππηδὸν ἐς τὸν ἀέρ' ἐπὶ τοῦ κανθάρου.