PeaceMachine readable text


Peace
By Aristophanes
Edited by: F.W. Hall and W.M. Geldart

Oxford Clarendon Press, Oxford 1907



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 

Χορός
[1320] κἀπευξαμένους τοῖσι θεοῖσιν
διδόναι πλοῦτον τοῖς Ἕλλησιν,
κριθάς τε ποιεῖν ἡμᾶς πολλὰς
πάντας ὁμοίως οἶνόν τε πολύν,
σῦκά τε τρώγειν,
[1325] τάς τε γυναῖκας τίκτειν ἡμῖν,
καὶ τἀγαθὰ πάνθ' ὅσ' ἀπωλέσαμεν
συλλέξασθαι πάλιν ἐξ ἀρχῆς,
λῆξαί τ' αἴθωνα σίδηρον.

Τρύγαιος
δεῦρ' γύναι εἰς ἀγρόν,
[1330] χὤπως μετ' ἐμοῦ καλὴ
καλῶς κατακείσει.
Ὑμὴν Ὑμέναι' .
Ημιχόριον Β
τρὶς μάκαρ ὡς δικαίως
τἀγαθὰ νῦν ἔχεις.
Ημιχόριον Α
[1335] Ὑμὴν Ὑμέναι' .
Ημιχόριον Β
Ὑμὴν Ὑμέναι' .
Ημιχόριον Α
τί δράσομεν αὐτήν;
Ημιχόριον Β
τί δράσομεν αὐτήν;
Ημιχόριον Α
τρυγήσομεν αὐτήν,
Ημιχόριον Β
τρυγήσομεν αὐτήν.
Ημιχόριον Α
ἀλλ' ἀράμενοι φέρωμεν
[1340] οἱ προτεταγμένοι
τὸν νυμφίον ὦνδρες.
Ημιχόριον Β
Ὑμὴν Ὑμέναι' ,
Ημιχόριον Β
Ὑμὴν Ὑμέναι' ,
Τρύγαιος
οἰκήσετε γοῦν καλῶς
[1345] οὐ πράγματ' ἔχοντες, ἀλλὰ
συκολογοῦντες.
Ημιχόριον Β
Ὑμὴν Ὑμέναι' ,
Ημιχόριον Α
Ὑμὴν Ὑμέναι' .
Ημιχόριον Β
τοῦ μὲν μέγα καὶ παχύ.
Ημιχόριον Α
[1350] τῆς δ' ἡδὺ τὸ σῦκον.
Τρύγαιος
φήσεις γ' ὅταν ἐσθίῃς
οἶνόν τε πίῃς πολύν.
Χορός
Ὑμὴν Ὑμέναι' ,
Ὑμὴν Ὑμέναι' .
Τρύγαιος
[1355] χαίρετε χαίρετ' ἄνδρες,
κἂν ξυνέπησθέ μοι
πλακοῦντας ἔδεσθε.