[p. 102] θανάτου κίνδυνον
ἐκφύγῃ, ῥΥάδος γίγνεταί οἱ πάθος· κἤν ἀκίνδυνον ἔῃ,
ἀλλ' οὐ φορητὸν ἐλευθέροισι
ἀένναον ἐκρέειν οὖρον, κἢν βαδίζῃ,
κἢν εὕδῃ, ἀτερπὲς δὲ ἢν βαδίζῃ.
οἱ δὲ κάρτα σμικροὶ τὰ πολλὰ τάμνονται ἀσινέως · ἢν δὲ ξυμπεφύκῃ τῇ
κύστι λίθος, διάδηλος μὲν τῇσι μελεδώνεσι ,
ἀτὰρ οὐδὲ ἀσινεῖς πόνοισι καὶ βάρεϊ,
κἢν ἂν ᾖ δυσουρίης ἄτερ· ἢν δὲ μὴ, καὶ δυσουρέει.
ξύμπαντας δὲ τοὺς λίθους διαγνοίης ἂν τῇσι τῶν ψαμμίωνἐν τοῖσι οὔροισι
ὑποστάσεσι · ἀτὰρ ἠδὲ πρόκωποιτὰ αἰδοῖα γίγνονται.
εὖτε γὰρ ἀπουρέουσι, καὶ ὕπεστι καὶ ὁ
λίθος, ὀδυνέονται , καὶ
ἀμφαφόωσι, καὶ ἕλκουσι τὰ αἰδοῖα,
ὅκως τὸν λίθον ξὺν τῇ κύστι ἐξαιρεύμενοι· ξυμπαθεῖ δὲ καὶ ἕδρη κνησμώδης
γιγνομένη· προπετὴς δὲ καὶ ἀρχὸς βίῃ καὶ ἐντάσεσι, φαντασίῃ ὡς
ἐκκρίσιος δῆθεν τοῦ λίθου. ἄμφω γὰρ συγκέονται ἀλλήλοισι ἕδρη τε
καὶ κύστις. ὧν ἑκατέρου πάσχοντος πάσχει καὶ
θάτερον
The last four words are added by Ermerins to supply a
lacuna in the text. The lacuna is not marked in our British MSS. |
. . . .
διὰ τόδε καὶ ἐπὶ φλεγμασίῃ ἀρχοῦ, ἰσχουρέει
κύστις, καὶ ἐπὶ τῇσι τῆς κύστιος ἀκίσι οὐ διί̈ησιἕδρη,
κἢν μὴ ἐπίξηρος ἡ γαστὴρ ἔῃ.
τοῖα μὲν ἄλγεα τὰ λίθων. Αἱμορραγίη
δὲ κἢν μὴ κάρτα ὀξέως κτείνῃ, χρόνῳ δὲ ἐξέλυσε μυρίους · οἱ
δὲ ἀπ' αὐτέης θρόμβοι, ἰσχουρίῃ ὀξέως ὀλέθριοι,
ὅκωσπερ οἱ λίθοι· καὶ γὰρ ἢν τὸ αἷμα λεπτόν τε καὶ ξανθὸν
καὶ μὴ πάγχυ ᾖ εὐπαγὲς, ἀλλ' ἡ κύστις ἐς πολλὸν ἀλίζει
χρόνον, καὶ ἥδε θερμαίνουσα καὶ ἑψοῦσα πηγνύει,
καὶ ὧδε γίγνεται θρόμβος. ἰσχουρίη
μὲν οὖν δυνατωτάτη κτεῖναι. προσεπιγίγνεται δὲ τουτέοι
σι ἄλγος ὀξὺ, πῦρ δριμὺ,
γλῶσσα ξηρὴ, καὶ ἐπὶ τοῖσδε παράφοροι θνήσκουσι
.
Ἢν δὲ ἐπὶ τρώματι ἄλγος ἐκφανῇ,
τρῶμα μὲν ὀλέθριον· τὸ δὲ ἕλκος κἢν μὴ ἀρχῆθεν κτείνῃ,
πυρετοῖς ἢ φλεγμον ῇ ἀνήκεστον γίγνεται· λεπτὴ μὲν τὸ πάχος κύστις·
νεῦρον δὲ