[p. 23]
μετάστασις ἀπὸ τοῦ πλευρέου, ἢν μέζον τὸ
ἀγαθὸν ὑπογίγνηται. κἢν μὲν ἐς ἔντερον ἢ κύστιν τὸ ἀπὸ τῆς
πλευρῆς παρωχετεύθῃ πῦον, ἐς μὲν τὸ παραυτίκα ἐρήϊσαν ἀπὸ
τῆς περιπνευμονίης· ἕλκος δὲ μακροχρόνιον ἴσχουσιν ἐν πλευρῇ,
ἀλλὰ περιγίγνονται. ἢν δὲ ἐς τὸν πνεύμονα
ὁρμήσῃ τὸ πῦον, εἰσὶν οἳ ἀπεπνίγησαν καὶ ἀθρόῃ
ἐκχύσι, καὶ ἀναγωγῆς ἀπορίῃ.
ὁκόσοι δὲ διαδιδράσκουσι τὴν ἐκ τῆς ἀπορρήξεως πνίγα,
ἕλκος οἵδε πολλὸν ἴσχουσι ἐν πνεύμονι, καὶ ἐς
φθόην μεθίστανται· καὶ ἀπὸ μὲν τῆς ἀποστάσιος καὶ τῆς φθόης γέροντες οὐ πάνυ τοι περιγίγνον
ται· ἀπὸ δὲ τῆς περιπνευμονίης νέοι καὶ ἀκμάζοντες .
Αἵματος φορῆς τῆς διὰ στόματος ἰδέαι δύο· ἡ μὲν διὰ στόματος ἀπὸ κεφαλῆς καὶ τῶν
τῇδε ἀγγείων · ὁδὸς δὲ ὑπερώη, φαρύγγεθρον,
ἔνθα καὶ ἀρχαὶ στομάχου καὶ ἀρτηρίης.
ἀναχρέμψισι δὲ καὶ βηχὶ σμικρῇ καὶ προχειροτέρῃ ἐς τὸ στόμα ἀπερεύγονται τὸ
αἷμα· ὡς τῇ γε ἀπὸ στόματος, οὐδὲ ἀνάχρεμψις παρομαρτεῖ ·
ἔμπτυσις ἥδε καλέεται· ἐπὶ δὲ μᾶλλον, ἢν βραχέη ἡ φορὴ τοῦ
αἵματος, καὶ στάγδην καὶ ἀθρόον ἀπὸ τῆς κεφαλῆς,
ἢ ἀπὸ τοῦ στόματος ἔῃ, οὔ
κοτε ἀναγωγὴ καλέεται, ἀλλ' ἢ τὸ αὐτὸ,
ἢ πτύσις,
Ermerins suppresses
ἢ πτύσις, as I think, unnecessarily.
|
ἢ
αἱμορραγίη . Ἢν δὲ νέρθεν ἀνίῃ ἀπὸ θώρηκος καὶ τῶν
τῇδε σπλάγχνων, πνεύμονος,
τρηχείη ς ἀρτηρίης, τῶν παρὰ τὴν
ῥάΧιν, ἡ ἀπὸ τουτέων φορὴ οὐ πτύσις,
ἀλλ' ἀναγωγὴ καλέεται, τῆς ἄνω ἴξιος τῆς ὁδοῦ
τοὔνομα ἔχουσα.
Wigan is not satisfied with
τῆς ὁδοῦ; and Ermerins does not hesitate to expunge these
words, as being a gloss on the text. Instead of doing this, I should rather be disposed to
read, τῆς ἐξόδου. |
Σημεῖα δ' ἀμφοῖν τὰ μὲν ξυνὰ σμικρὰ καὶ παῦρα,
ὁκόσον καὶ τὸ χωρίον, ἔνθα καὶ ἀναγωγῆς καὶ
πτύσιος ἡ ξυναγωγή·