[p. 22]
ἄπονος γὰρ ἡ φύσις αὐτέου· μανὸς μὲν γὰρ τὴν οὐσίην,
εἰρίοισιν ἴκελος. ἀρτηρίαι δὲ διελήλανται
τρηχεῖαι, χονδρώδεες ,
καὶ αἵδε ἄπονοι· μύες δὲ οὐδαμῆ, σμικρὰ δὲ
νεῦρα, λεπτὰ, ἐς κίνησιν
ἐπίκαιρα. ἥδε τῆς ἀπονίης αὐτὴ ἡ αἰτίη.
ἢν δὲ καί τις τῶν ἀμφ' αὐτὸν ὑμένων ἐπιφλεγμήνῃ,
οἷσι πρὸς τὸν θώρηκα προσέρχεται, ξύνεστι
καὶ πόνος, ἀναπνοὴ κακὴ,
θερμὴ, ἀνακαθίγνυσθαι ἐθέλουσι σχῆμα
ὄρθιον ἐς ἀναπνοήν. τόδε γὰρ ῥήΪστον τῶν σχημάτων.
ἐρυθροὶ τὰ πρόσωπα· ἐπὶ δὲ μᾶλλον τὰ μῆλα· τὰ λευκὰ τῶν
ὀφθαλμῶν λαμυρώτατα καὶ πίονα. ῥὶς ἄΚρη σιμὴ,
φλέβες ἐν κροτάφοισιν ἢ καὶ τραχήλῳ διηρμέναι,
ἀποσιτίη, σφυγμοὶ τὰ πρῶτα μεγάλοι,
κενοὶ, πυκνότατοι ,
ὁκοῖόν τι συνεληλαμένοι· θερμασίη ἡ μὲν ἐς τὸ ἔξω
ἀμυδρὴ, ὑγροτέρη· ἡ δὲ ἐς τὸ ἔνδον ξηρὴ,
θερμοτάτη · ἐφ' ᾗ ἀναπνοὴ θερμὴ,
δίψος, γλώσσης ξηρότης,
ἐπιθυμίη ψυχροῦ ἠέρος, γνώμης
ἀπορίη, βὴξ ξηρὰ τὰ πολλά.
ἢν δέ τι ἀνάγηται, φλέγμα ἀφρῶδες,
ἢ ὑπόχολον κατακορὲς, ἢ
δίαιμον ἀνθηρὸν σφόδρα· τόδε ἔστι τὸ δίαιμον τῶν ἄλλων κάκιον.
Ἠν δὲ ἐπὶ τὸ θανατῶδες ἐπιδιδοῖ, ἀγρυπνίη,
ὕπνοι σμικροὶ, νωθροὶ,
κωματώδεες , φαντασίαι
ἀξύνετοι· παράληροι τὴν γνώμην, ἐκστατικοὶ οὐ
μάλα. ἀγνωσίη τῶν παρεόντων κακῶν.
ἢν γοῦν ἐπανείρῃ περὶ τῆς νούσου, οὐδὲν
ὁμολογέουσι δεινόν· ἄκρεα ψυχρὰ, ὄνυχες πελιδνοὶ,
γρυποί· σφυγμοὶ μικροὶ,
πυκνότατοι , ἐκλείποντες,
εὖτε ἀγχοῦ τουτέου ὄλεθρος. ἑβδομαῖοι γὰρ τὸ
πλέον θνήσκουσιν .
Ἢν δέ κοτε ἐπαναφέρῃ ἡ
νοῦσος, καί τι ἐς ἀγαθὸν τρέπηται,
αἱμορραγίη λάβρως ἐκ ῥΙνῶν, κοιλίης ἐκτάραξις
πολλῶν χολωδέων, ἐπάφρων ,
οἷα δοκέειν ἀπὸ πνεύμονος εἰς τὴν νειαιρὴν γαστέρα ἐξεῶσθαι,
ἢν ἀγάγῃ πολλὸν ὑγρότερον ῥΗϊδίως.
ἔστι δὲ ὅτε καὶ ἐς οὖρα ἐτράπετο. ὁκόσοισι δὲ
πάντα ὁμοῦ ξυμπίπτει, οἵδε ὀξύτατοι ῥΗί̈ζουσι.
Μετεξετέροισι δὲ πῦον πολλὸν γίγνεται ἐν
πνεύμονι, ἢ