[p. 145]
καὶ ἐπιπλάσματα, ὁκόσα μοι ἐν
φρενιτι κοῖσι λέλεκται.
Σικύῃ ἥκιστα χρέεσθαι ἢν
ἀπὸ φρενίτιδος ἔωσι. εὐτολμότερον δὲ ἢν ἀρχῆθεν ἡ νοῦσος
εἰσβάλλῃ. ἢν δὲ γλῶσσα μελαίνηται καὶ ὄγκος ἐν τοῖσι
ὑποχονδρίοισι σημαίνῃ, ὑπ' ἀνάγκης τῇ σικύῃ χρέεσθαι·
ἐπὴν δὲ πρὸς τῷ μήκεϊ τοῦ χρόνου κενωθήσεται τῇσι αἰσθήσεσι,
τἄλλα δ' εὐπετέστερον φέρῃ, τῇ κορυφῇ τῆς
κεφαλῆς προσβάλλειν· ἄλυπον γὰρ τῇ δυνάμι τὸ ἐντεῦθεν κενοῦν.
Ἄγειν τε καὶ φύσας ἄνω τε καὶ κάτω. φυσέων γὰρ
συναγωγὸν λήθαργος καὶ ἐν τῇσι κοιλίῃς ι καὶ ἐν τῷ ὅλῳ σκήνεϊ ἀργίῃ καὶ νωθίῃ καὶ ἀψυχίῃ·
διαπνευστι κὸν δὲ κίνησις ἠδὲ ἐγρήγορσις . διαχρίειν οὖν
πήγανον χλωρὸν τρίβοντα ξὺν μέλιτι καὶ νίτρῳ· ἀγωγόν τέ ἐστι μᾶλλον φυσέων ξὺν τουτέοισι καὶ
τερμίνθου ῥΗτίνης μέρος ἕν· καὶ πυρίη προκλητικὴ φυσέων, ἢ
πιναροῖσι θερμοῖσι ἐρίοις, τρηχέσι παλαιοῖς
ῥάΚεσι, ἢ σπογγιῇ ξὺν ὕδατι,
ἔνθ' ὕσσωπον, ἢ ὀρίγανον,
ἢ γλήχων, ἢ ῥΥτὴ ἕψηται· ἄγοι δ' ἂν
φύσας, ἠδὲ ὁκόσα πρὸ τῶν σιτίων πίνεται,
τάπερ καὶ φλέγμα καὶ χολὴν ἐν τοῖσι ἐντέροισι καὶ στομάχῳ
ἄγει, ὕσσωπον ἐν μελικρή τῳ ἑψηθὲν,
δίκταμνον τὸ Κρητικὸν, ὀρίγανον· δριμέα
μὲν, ἀγωγὰ δὲ ἀδίαντον,
ἄγρωστις· τάδε μέντοι καὶ φυσέων καὶ οὔρων καταρρηκτικά.
Ἢν δὲ τρόμος χειρῶν καὶ κεφαλῆς ἔῃ, καστόριον
πιπίσκειν δραχμῆς ὁλκῆς ἥμισυ ξὺν μελικρή του κυάθοις τρισὶ ἐς ἡμέρας πλεῦνας· ἢν δὲ μὴ πίνῃ
τόδε, ἐντήκειν ξυμφόρῳ ἐλαίου,
The reading in most of the MSS., ἔκτευξιν ξυμφορῆς ξὺν
ἐλαίῳ, has evidently no meaning. Petit mentions, that on the margin of a certain
good MS. he found ἐς ἔκφευξιν, which certainly gives a
passable meaning, with little violence to the text. Wigan suggests
ξυμφέροι or ξύμφερον ἑψεῖν. Ermerins
creates a reading to suit his own faney--ἐς τέγξιν ξύμφερον.
Such a change appears to me utterly inadmissible as being both violent and
introducing a meaning not suitable to the place. It will be seen that I have tried my skill in
emending this passage--with what success, judicent eruditi.
|
ἔνθα πήγανον ἐνεζέσθη κυάθοις τρισὶ,
τὸ δὲ διπλόον