[p. 144]
χρέεσθαι ἐς ἑκάστην ἡμέρην· ἀθρόον δὲ μὴ ἀσιτεῖν · ὑπομνήσιός τε γὰρ ἠδ' ἀλέης τῷ στομάχῳ
χρέος ἀνὰ πᾶσαν τὴν ἡμέρην. ἀτὰρ καὶ ἡ τροφὴ ἔστω λεπτύνουσα
καὶ διαχωρητικὴ ἐν ζωμοῖσι μᾶλλον ἢ ὀπτοῖσι ἀλεκτορίδι ,
κεγχρίδι. ι ηαfε αδοπτεδ ὀπτοῖσι ινστεαδ οφ
ὀσπρίοισι, ας συγγεστεδ βψ
πετιτ. | λινόζωστις δὲ ξυνεψείσθω καὶ ὄξος παραχεέσθω.
καὶ τοῖσι δὲ χυλοῖσι ἐμβάλλειν,
εἴ ποι δέοι χυλῷ χρέεσθαι πτισάνης, εὔπνοον
ἠδὲ οὔρων ἀγωγὸν, μάραθρον,
σέλινον, τὰ λάχανα,
ἢ τουτέων τοὺς καρπούς. ἀγαθὸν δὲ καὶ πράσον
τῇ δριμύτητι, καὶ κράμβη ξὺν ἐλαίῳ καὶ γάρῳ· ἄριστον δὲ καὶ
κύμινον γλυκὺ, ξὺν κράμβῃ,
φυσέων ἠδὲ οὔρων· ἐρεθιστέα γὰρ ἡ κύστις, ἠδὲ
γαστὴρ, ἐν πάσῃ τῇ νούσῳ.Ermerins has entirely remodelled this passage--altering, ejecting, and introducing
words, to make his author use the language which the editor fancies he ought to have used.
I have adopted only a few of his changes. | Τέγξιες
τῆς κεφαλῆς, αἵπερ καὶ τοῖσι φρενιτι κοῖσι.
Ἀμφοῖν γὰρ αἱ αἰσθήσιες πλέαι γίγνονται ἀτμῶν,
ἃς ἀπελαύνειν. χρὴ ψύξεϊ καὶ
στύψι, ῥΟδίνῳ, καὶ
κισσοῦ χυλῷ· ἢ ἐξατμίζειν ἐς διαπνοὴν τοῖσι λεπτύνουσι,
οἷον ἑρπύλῳ ἐν ὄξεϊ σὺν τῷ ῥΟδίνῳ· ἢν δὲ νεύρων πόνος ἔῃ καὶ ψῦξις
ὅλου, πολλῷ δὲ μᾶλλον ἀκρέων,
τῷ καστορίῳ ξὺν ἀνηθίνῳ λιπαίνειν, ἠδὲ
τέγγειν τὴν κεφαλὴν καὶ τὸν αὐχένα, καὶ τὴν ῥάΧιν χριειν τῷ
αὐτῷ ξὺν λίπαϊ, σικυωνίῳ,
ἢ γλευκίνῳ, ἢ παλαιῷ· ξυγχρίειν δὲ καὶ τὼ
χεῖρε ἀπὸ τῶν ὤμων, καὶ τὼ πόδε ἀπὸ τῶν βουβώνων.
τοισίδε μέντοι καὶ τὴν κύστιν καταιονεῖν ,
καὶ ὡς νεῦρον πάσχουσαν, καὶ ὡς
οὔρων ὁδὸν κάμνουσαν, ἀτὰρ καὶ τῇ δριμύτητι τῶν χυμῶν
ἀχθομένην· χολώδεα γὰρ τὰ οὖρα. ἢν δὲ μέζων ὁ τρόμος
ἔῃ, καὶ κίνδυνος σπασμοῦ,
καὶ σικυωνίῳ εἰς τὴν κεφαλὴν ὑπ' ἀνάγκης χρέεσθαι· ὀλίγη δὲ ἤτω ἡ χρῖσις· ἢν δὲ
καὶ φλεγμασίαι τῶν ὑποχονδρίων ἔωσι, καὶ πρήσιες καὶ
φῦσαι, καὶ περιτάσιες τοῦ δέρματος,
ἢ κοῖλον γίγνηται, εἴσω εἰρυομένου τοῦ
ὑποχονδρίου, ἐμβρέγματα
|