The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

ΣΥΡΙΑΚΗ

 

ξη. 2 [σεξτ. 6]

̔Ο μὲν δὴ τοιοῖσδε λογισμοῖς τοὺς γάμους ἀπεώσατο, δ' ̓Αντίοχος αὖθις ἐφ' ̔Ελλησπόντου κατῄει, καὶ περιπλεύσας ἐς Χερρόνησον πολλὰ καὶ τότε τῆς Θρᾴκης ὑπήγετό τε καὶ κατεστρέφετο. ̔́Ελληνας δ', ὅσοι τοῖς Θρᾳξὶν ὑπήκουον, ἠλευθέρου, καὶ Βυζαντίοις ἐχαρίζετο πολλὰ ὡς ἐπίκαιρον ἐπὶ τοῦ στόματος πόλιν ἔχουσιν. Γαλάτας τε δώροις καὶ καταπλήξει τῆς παρασκευῆς ἐς συμμαχίαν ὑπήγετο, ἀξιομάχους ἡγούμενος ἔσεσθαί οἱ διὰ τὰ μεγέθη τῶν σωμάτων. μετὰ δὲ τοῦτο ἐς ̓́Εφεσον κατῇρε, καὶ πρέσβεις ἐς ̔Ρώμην ἔπεμπε Λυσίαν τε καὶ ̔Ηγησιάνακτα καὶ Μένιππον, οἳ τῷ μὲν ἔργῳ τῆς βουλῆς ἀποπειράσειν ἔμελλον, τῷ λόγῳ δ' Μένιππος ἔφη τὸν βασιλέα περὶ τὴν ̔Ρωμαίων φιλίαν ἐσπουδακότα, καὶ βουλόμενον αὐτοῖς εἶναι καὶ σύμμαχον ἂν ἀξιῶσι, θαυμάζειν ὅτι κελεύουσι τῶν ἐν ̓Ιωνίᾳ πόλεων ἀφίστασθαι, καὶ φόρους τισὶν ἀφιέναι, καὶ τῆς ̓Ασίας ἔνια μὴ πολυπραγμονεῖν, καὶ Θρᾴκην ἐᾶν ἀεὶ τῶν προγόνων αὐτοῦ γενομένην: ἅπερ οὐ τοῖς φίλοις ἀλλὰ τοῖς ἡττημένοις τοὺς κεκρατηκότας ἐπικελεύειν. οἱ δὲ τῆς πρεσβείας συνιέντες ἐπὶ διαπείρᾳ σφῶν ἀφιγμένης, διὰ βραχέος ἀπεκρίναντο αὐτοῖς, ἐὰν ̓Αντίοχος αὐτονόμους τοὺς ̔́Ελληνας ἐᾷ τοὺς ἐν ̓Ασίᾳ καὶ τῆς Εὐρώπης ἀπέχηται, ̔Ρωμαίοις αὐτὸν ἔσεσθαι φίλον, ἂν ἐθέλῃ. [σεξτ. 7]

Τοσάδε μὲν ἀπεκρίναντο ̔Ρωμαῖοι, καὶ τὰς αἰτίας ταῖς ἀποκρίσεσιν οὐκ ἐπέθεσαν: δ' ̓Αντίοχος ἐς πρώτην ἐπινοῶν τὴν ̔Ελλάδα ἐσβαλεῖν, κἀκεῖθεν ἄρξασθαι τοῦ πρὸς ̔Ρωμαίους πολέμου, ὑπετίθετο τὴν γνώμην τῷ Καρχηδονίῳ ̓Αννίβᾳ: δ' ἔφη τὴν μὲν ̔Ελλάδα ἐκ πολλοῦ τετρυμένην ἔργον εὐχείρωτον εἶναι, τοὺς δὲ πολέμους ἅπασι χαλεποὺς μὲν οἴκοι διὰ λιμὸν τὸν ἐπιγιγνόμενον, ἔξω δὲ κουφοτέρους: καὶ τὰ ̔Ρωμαίων οὔ ποτε ̓Αντίοχον ἐν τῇ ̔Ελλάδι καθαιρήσειν, ἀγορᾶς τε οἰκείας καὶ παρασκευῆς ἱκανῆς εὐπορούντων. ἐκέλευεν οὖν τι προλαβεῖν τῆς ̓Ιταλίας καὶ πολεμεῖν ἐκεῖθεν ὁρμώμενον, ἵνα ̔Ρωμαίοις ἀσθενέστερα καὶ τὰ οἴκοι καὶ τὰ ἔξω. "ἔχω δ' ἐμπείρως," ἔφη, "τῆς ̓Ιταλίας, καὶ μυρίοις ἀνδράσι δύναμαι καταλαβεῖν αὐτῆς τὰ ἐπίκαιρα, ἔς τε Καρχηδόνα τοῖς φίλοις ἐπιστεῖλαι τὸν δῆμον ἐς ἀπόστασιν ἐγεῖραι, δυσφοροῦντα τέως ἐφ' ἑαυτοῦ καὶ πρὸς ̔Ρωμαίους ἀπίστως ἔχοντα, τόλμης τε καὶ ἐλπίδος ἐμπλησόμενον, εἰ πύθοιντό με πορθοῦντᾳ τὴν ̓Ιταλίαν αὖθις." δ' ἄσμενος ἀκούσας τοῦ λόγου, καὶ μέγα, ὥσπερ ἦν, ἐς τὸν πόλεμον ἡγούμενος Καρχηδόνα προσλαβεῖν, αὐτίκα αὐτὸν ἐπιστέλλειν τοῖς φίλοις ἐκέλευεν. [σεξτ. 8]

̔Ο δὲ οὐκ ἐπέστειλε μέν ̔οὐ γὰρ ἀσφαλὲς ἡγεῖτό πω, ̔Ρωμαίων τε πάντ' ἀνερευνωμένων, καὶ τοῦ πολέμου μή πω φανεροῦ γεγονότος, καὶ πολλῶν οἱ διαφερομένων ἐν Καρχηδόνι, καὶ τῆς πολιτείας οὐδὲν βέβαιον οὐδ' εὐσταθὲς ἐχούσης, καὶ μετ' ὀλίγον ἀνέτρεψε τὴν Καρχηδόνἀ, ̓Αρίστωνα δ' ἔμπορον Τύριον ἐπὶ προφάσει τῆς ἐμπορίας ἔπεμπε πρὸς τοὺς φίλους, ἀξιῶν, ὅταν αὐτὸς ἐς τὴν ̓Ιταλίαν ἐμβάλῃ, τότε ἐκείνους τὴν Καρχηδόνα ἐς ἄμυναν ὧν ἐπεπόνθεσαν ἐγείρειν. καὶ μὲν ̓Αρίστον οὕτως ἔπραξεν, οἱ δὲ τοῦ ̓Αννίβου ἐχθροί, αἰσθόμενοι τῆς ̓Αρίστωνος ἐπιδημίας, ἐθορύβουν ὡς ἐπὶ νεωτέροις ἔργοις, καὶ τὸν ̓Αρίστωνα ἐζήτουν περιιόντες. δέ, ἵνα τὴν διαβολὴν μὴ ἐξαίρετον ἔχοιεν οἱ ̓Αννίβου φίλοι, προύθηκε νυκτὸς λαθὼν γράμματα πρὸ τοῦ βουλευτηρίου, ὅτι πάντας ̓Αννίβας τοὺς βουλευτὰς παρακαλοίη τῇ πατρίδι συνάρασθαι μετ' ̓Αντιόχου. καὶ τοῦτο πράξας ἀπέπλευσεν. ἅμα δ' ἡμέρᾳ τὸ μὲν δέος ἐξῄρητο τῶν ̓Αννίβου φίλων ἐκ τῆς ̓Αρίστωνος ἐπινοίας, ὡς πρὸς ἅπασαν τὴν γερουσίαν ἀπεσταλμένου, δὲ πόλις ἐπεπλήρωτο θορύβου ποικίλου, δυσμενῶς μὲν ἔχουσα ̔Ρωμαίοις, λήσεσθαι δ' οὐ προσδοκῶσα. [σεξτ. 9]

Καὶ τὰ μὲν Καρχηδονίων ὧδε εἶχε, ̔Ρωμαίων δὲ πρέσβεις, ἕτεροί τε καὶ Σκιπίων Καρχηδονίους ἀφελόμενος τὴν ἡγεμονίαν, ἐς ὁμοίαν πεμφθέντες ̓Αντιόχου τῆς τε γνώμης ἀπόπειραν καὶ τῆς παρασκευῆς κατάσκεψιν, ἐπεὶ τὸν βασιλέα ηὗρον οἰχόμενον ἐς Πισίδας, ἐν ̓Εφέσῳ περιέμενον, ἔνθα συνῄεσαν θαμινὰ ἐς λόγους τῷ ̓Αννίβᾳ, Καρχηδόνος τε σφίσιν ἔτι οὔσης ἐνσπόνδου καὶ οὔπω φανερῶς ̓Αντιόχου πολεμίου, καταμεμφόμενοι τὸν ̓Αννίβαν ὅτι τὴν πατρίδα φύγοι, ̔Ρωμαίων οὐδὲν οὔτε ἐς αὐτὸν οὔτε ἐς τοὺς ἄλλους Καρχηδονίους ἐπὶ ταῖς συνθήκαις ἁμαρτόντων. ἔπρασσον δὲ ταῦθ', ὕποπτον ἐργαζόμενοι γενέσθαι τῷ βασιλεῖ τὸν ̓Αννίβαν ἐκ τῆς συνεχοῦς σφῶν ὁμιλίας τε καὶ συνόδου. καὶ τοῦθ' μὲν στρατηγικώτατος ̓Αννίβας οὐχ ὑπενόησεν, δὲ βασιλεὺς πυθόμενος ὑπώπτευσε, καὶ ἀμβλύτερος ἦν τἀπὸ τοῦδε πιστεύειν ἔτι τῷ ̓Αννίβᾳ: καὶ γάρ τι καὶ ζήλου προὐπῆν ἐς αὐτὸν ἤδη καὶ φθόνου, μὴ τῶν γιγνομένων τὸν ἔπαινον ̓Αννίβας ἀποφέροιτο. [σεξτ. 10]

Λέγεται δ' ἐν ταῖσδε ταῖς διατριβαῖς ἐν τῷ γυμνασίῳ λεσχηνεῦσαί ποτε πρὸς ἀλλήλους Σκιπίωνα καὶ ̓Αννίβαν περὶ στρατηγίας πολλῶν ἐφεστώτων, καὶ τοῦ Σκιπίωνος ἐρομένου τίς δοκοίη οἱ στρατηγὸς ἄριστος γενέσθαι, τὸν ̓Αννίβαν εἰπεῖν, " Μακεδὼν ̓Αλέξανδρος." Σκιπίωνα δ' ἡσυχάσαι μὲν ἐπὶ τῷδ', ἐξιστάμενον ἄρα ̓Αλεξανδρῳ, ἐπανερέσθαι δὲ τίς εἴη δεύτερος μετ' ̓Αλέξανδρον. καὶ τὸν φάναι, "Πύρρος ̓Ηπειρώτης," τὴν ἀρετὴν ἄρα τὴν στρατηγικὴν ἐν τόλμῃ τιθέμενον: οὐ γὰρ ἔστιν εὑρεῖν μεγαλοτολμοτέρους τῶνδε τῶν βασιλέων. δακνόμενον δ' ἤδη τὸν Σκιπίωνα ὅμως ἐπανερέσθαι ἔτι τίνι διδοίη τὰ τρίτα, ταχὺ γοῦν ἐλπίζοντα ἕξειν τὰ τρίτα. τὸν δέ, "ἐμαυτῷ," φάναι: "νέος γὰρ ὢν ἔτι ̓Ιβηρίας τε ἐκράτησα, καὶ στρατῷ τὰ ̓́Αλπεια ὄρη μεθ' ̔Ηρακλέα πρῶτος ὑπερῆλθον, ἔς τε τὴν ̓Ιταλίαν, ὑμῶν οὐδενός πω θαρροῦντος, ἐμβαλὼν τετρακόσια ἀνέστησα ἄστη, καὶ περὶ τῇ πόλει τὸν ἀγῶνα πολλάκις ὑμῖν ἐπέστησα, οὔτε μοι χρημάτων οὔτε στρατιᾶς ἐπιπεμπομένης ἐκ Καρχηδόνος." ὡς δὲ αὐτὸν Σκιπίων εἶδεν ἀπομηκύνοντα τὴν σεμνολογίαν, ἔφη γελάσας, "ποῦ δ' ἂν ἑαυτὸν ἔταττες, ̓Αννίβα, μὴ νενικημένος ὑπ' ἐμοῦ;" τὸν δέ φασιν, αἰσθανόμενον ἤδη τῆς ζηλοτυπίας, εἰπεῖν ὅτι ἔγωγε ἔταξα ἂν ἐμαυτὸν πρὸ ̓Αλεξάνδρου. οὕτω μὲν ̓Αννίβας ἐπέμεινέ τε τῇ σεμνολογίᾳ, καὶ τὸν Σκιπίωνα λαθὼν ἐθεράπευσεν ὡς καθελόντα τὸν ἀμεινονα ̓Αλεξάνδρου: [σεξτ. 11]

Διαλυομένης δὲ τῆς συνόδου Σκιπίωνα μὲν ̓Αννίβας ἐπὶ ξένια ἐκάλει, Σκιπίων δὲ ἐλθεῖν ἂν ἔφη μάλα προθύμως, εἰ μὴ συνῆσθα νῦν ̓Αντιόχῳ πρὸς ̔Ρωμαίους ὑπόπτως ἔχοντι. ὧδε μὲν ἐκεῖνοι, τῆς στρατηγίας ἀξίως, τὴν ἔχθραν ὡρίζοντο τοῖς πολέμοις, Φλαμινῖνος δ' ἀνομοίως. ἡττηθέντος γὰρ ὕστερον ̓Αντιόχου φεύγοντα τὸν ̓Αννίβαν καὶ ἀλώμενον περὶ Βιθυνίαν, πρεσβεύων, ἐφ' ἕτερα πρὸς Προυσίαν, οὔτε τι πρὸς τοῦ ̓Αννίβου προπαθών, οὔτε ̔Ρωμαίων ἐντειλαμένων, οὔτε φοβερὸν ἔτι αὐτοῖς γενέσθαι δυνάμενον Καρχηδόνος κατεστραμμένης, ἔκτεινε διὰ τοῦ Προυσίου φαρμάκῳ, λεγόμενον μὲν ἐσχηκέναι ποτὲ χρησμὸν ὧδε ἔχοντα "Λίβυσσα κρύψει βῶλος ̓Αννίβου δέμας," καὶ οἰόμενον ἐν Λιβύῃ τεθνήξεσθαι, ποταμὸς δ' ἔστι Λίβυσσος ἐν τῇ Βιθυνίᾳ, καὶ πεδίον ἐκ τοῦ ποταμοῦ Λίβυσσα. καὶ τάδε μὲν ἐς ὑπόμνημα τῆς ̓Αννίβου καὶ Σκιπίωνος μεγαλονοίας καὶ Φλαμινίνου σμικρότητος παρεθέμην.