The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

 

ΑΝΝΙΒΑΙΚΗ



ξη. 1 [σεξτ. 1]

̔́Οσα δὲ ̓Αννίβας Καρχηδόνιος ἐξ ̓Ιβηρίας ἐς ̓Ιταλίαν ἐσβαλών, ἑκκαίδεκα ἔτεσιν οἷς ἐπέμεινε πολεμῶν, ἔδρασέ τε καὶ ἔπαθεν ὑπὸ ̔Ρωμαίων, ἕως αὐτὸν Καρχηδόνιοί τε κινδυνεύοντες περὶ τῇ πόλει ἐπὶ τὰ σφέτερα μετεπέμψαντο καὶ ̔Ρωμαῖοι τῆς ̓Ιταλίας ἐξήλασαν, ἥδε γραφὴ δηλοῖ. τις δὲ τῷ ̓Αννίβᾳ γέγονε τῆς ἐσβολῆς αἰτία τε ἀληθὴς καὶ πρόφασις ἐς τὸ φανερόν, ἀκριβέστατα μὲν ἐν τῇ ̓Ιβηρικῇ συγγραφῇ δεδήλωται, συγγράψω δὲ καὶ νῦν ὅσον ἐς ἀνάμνησιν. [σεξτ. 2]

̓Αμίλχαρ Βάρκας ἐπικλησις ἦν, ̓Αννίβου τοῦδε πατήρ, ἐστρατήγει Καρχηδονίων ἐν Σικελίᾳ, ὅτε ̔Ρωμαῖοι καὶ Καρχηδόνιοι περὶ αὐτῆς ἀλλήλοις ἐπολέμουν. δόξας δὲ πρᾶξαι κακῶς ὑπὸ τῶν ἐχθρῶν ἐδιώκετο, καὶ δεδιὼς ἔπραξεν ἐς τοὺς Νομάδας αἱρεθῆναι στρατηγὸς πρὸ τῶν εὐθυνῶν. γενόμενος δὲ χρήσιμος ἐν τῷδε, καὶ τὴν στρατιὰν θεραπεύσας ἁρπαγαῖς καὶ δωρεαῖς, ἤγαγεν ἄνευ τοῦ κοινοῦ Καρχηδονίων ἐπὶ Γάδειρα, καὶ ἐπέρασε τὸν πορθμὸν ἐς ̓Ιβηρίαν, ὅθεν λάφυρα πολλὰ διέπεμπεν ἐς Καρχηδόνα, θεραπεύων τὸ πλῆθος, εἰ δύναιτο μὴ χαλεπαίνειν αὐτῷ τῆς στρατηγίας τῆς ἐν Σικελίᾳ, χώραν δ' αὐτοῦ κατακτωμένου πολλὴν κλέος τε μέγα ἦν, καὶ Καρχηδονίοις ἐπιθυμία πάσης ̓Ιβηρίας ὡς εὐμαροῦς ἔργου. Ζακανθαῖοι δέ, καὶ ὅσοι ἄλλοι ̔́Ελληνες ἐν ̓Ιβηρίᾳ, καταφεύγουσιν ἐπὶ ̔Ρωμαίους, καὶ γίγνεται Καρχηδονίοις ὅρος ̓Ιβηρίας, μὴ διαβαίνειν τὸν ̓́Ιβηρα ποταμόν: καὶ τόδε ταῖς ̔Ρωμαίων καὶ Καρχηδονίων σπονδαῖς ἐνεγράφη. ἐπὶ δὲ τούτῳ Βάρκας μὲν τὴν ὑπὸ Καρχηδονίοις ̓Ιβηρίαν καθιστάμενος ἔν τινι μάχῃ πεσὼν ἀποθνήσκει, καὶ στρατηγὸς ̓Ασδρούβας ἐπ' αὐτῷ γίγνεται, ὃς ἐκήδευε τῷ Βάρκᾳ. καὶ τόνδε μὲν κτείνει θεράπων ἐν κυνηγεσίοις, οὗ τὸν δεσπότην ἀνῃρήκει. [σεξτ. 3]

Τρίτος δὲ ἐπὶ τοῖσδε στρατηγὸς ̓Ιβήρων ὑπὸ τῆς στρατιᾶς ἀποδείκνυται, φιλοπόλεμος καὶ συνετὸς εἶναι δοκῶν, ̓Αννίβας ὅδε, Βάρκα μὲν υἱὸς ὤν, ̓Ασδρούβου δὲ τῆς γυναικὸς ἀδελφός, νέος δὲ κομιδῇ, καὶ ὡς μειράκιον ἔτι τῷ πατρὶ καὶ τῷ κηδεστῇ συνών. καὶ δῆμος Καρχηδονίων αὐτῷ τὴν στρατηγίαν ἐπεψήφισεν. οὕτω μὲν ̓Αννίβας, περὶ οὗ τάδε συγγράφω, γίγνεται στρατηγὸς Καρχηδονίων ἐπ' ̓́Ιβηρσι: τῶν δ' ἐχθρῶν τῶν Βάρκα τε καὶ ̓Ασδρούβου τοὺς φίλους τοὺς ἐκείνων διωκόντων, καὶ ̓Αννίβου τοῦδε καταφρονούντων ὡς ἔτι νέου, ἀρχὴν εἶναι τοῦθ' ̓Αννίβας ἐφ' ἑαυτὸν ἡγούμενος, καὶ νομίζων οἱ τὸ ἀσφαλὲς ἐκ τῶν τῆς πατρίδος φόβων περιέσεσθαι, ἐς πόλεμον αὐτοὺς μέγαν ἐμβαλεῖν ἐπενόει. ὑπολαβὼν δ', ὥσπερ ἦν, τὸ ̔Ρωμαίοις ἐπιχειρῆσαι χρόνιόν τε Καρχηδονίοις ἔσεσθαι, καὶ μεγάλην αὐτῷ δόξαν, εἰ καὶ τύχοι πταίσας, τό γε ἐγχείρημα οἴσειν, λεγόμενος δὲ καὶ ὑπὸ τοῦ πατρὸς ἐπὶ βωμῶν ἔτι παῖς ὁρκωθῆναι ̔Ρωμαίοις ἐπιβουλεύων οὔ ποτ' ἐκλείψειν, ἐπενόει παρὰ τὰς σπονδὰς τὸν ̓́Ιβηρα διαβῆναι, καὶ παρεσκεύαζέ τινας ἐς πρόφασιν κατηγορεῖν Ζακανθαίων. γράφων τε ταῦτα συνεχῶς ἐς Καρχηδόνα, καὶ προστιθεὶς ὅτι ̔Ρωμαῖοι κρύφα τὴν ̓Ιβηρίαν αὐτῶν ἀφιστᾶσιν, ἔτυχε παρὰ Καρχηδονίων πράσσειν τι δοκιμάσειεν. μὲν δὴ τὸν ̓́Ιβηρα διαβὰς τὴν Ζακανθαίων πόλιν ἡβηδὸν διέφθειρε, ̔Ρωμαίοις δὲ καὶ Καρχηδονίοις ἐπὶ τῷδε ἐλέλυντο αἱ σπονδαὶ αἱ γενόμεναι αὐτοῖς μετὰ τὸν πόλεμον τὸν ἐν Σικελίᾳ. [σεξτ. 4]

̓Αννίβας δὲ ὅσα μὲν αὐτὸς καὶ οἱ μετ' αὐτὸν ἄλλοι Καρχηδονίων τε καὶ ̔Ρωμαίων στρατηγοὶ περὶ ̓Ιβηρίαν ἔπραξαν, ̓Ιβηρικὴ γραφὴ δηλοῖ: ἐπιλεξάμενος δὲ Κελτιβήρων τε καὶ Λιβύων καὶ ἑτέρων ἐθνῶν ὅτι πλείστους, καὶ τὰ ἐν ̓Ιβηρίᾳ παραδοὺς ̓Ασδρούβᾳ τῷ ἀδελφῷ, τὰ Πυρηναῖα ὄρη διέβαινεν ἐς τὴν Κελτικὴν τὴν νῦν λεγομένην Γαλατίαν, ἄγων πεζοὺς ἐνακισμυρίους καὶ ἱππέας ἐς δισχιλίους ἐπὶ μυρίοις καὶ ἐλέφαντας ἑπτὰ καὶ τριάκοντα. Γαλατῶν δὲ τοὺς μὲν ὠνούμενος, τοὺς δὲ πείθων, τοὺς δὲ καὶ βιαζόμενος, διώδευε τὴν χώραν. ἐλθὼν δὲ ἐπὶ τὰ ̓́Αλπεια ὄρη, καὶ μηδεμίαν μήτε δίοδον μήτε ἄνοδον εὑρών ̔ἀπόκρημνα γάρ ἐστιν ἰσχυρῶσ̓, ἐπέβαινε κἀκείνοις ὑπὸ τόλμης, κακοπαθῶν χιονος τε πολλῆς οὔσης καὶ κρύους, τὴν μὲν ὕλην τέμνων τε καὶ κατακαίων, τὴν δὲ τέφραν σβεννὺς ὕδατι καὶ ὄξει, καὶ τὴν πέτραν ἐκ τοῦδε ψαφαρὰν γιγνομένην σφύραις σιδηραῖς θραύων, καὶ ὁδὸν ποιῶν καὶ νῦν ἐστιν ἐπὶ τῶν ὀρῶν ἐντριβὴς καὶ καλεῖται δίοδος ̓Αννίβου. τῶν δὲ τροφῶν αὐτὸν ἐπιλειπουσῶν ἠπείγετο μέν, ἔτι λανθάνων ὅτι καὶ πάρεστιν ἐς τὴν ̓Ιταλίαν, ἕκτῳ δὲ μόλις ἀπὸ τῆς ἐξ ̓Ιβήρων ἀναστάσεως μηνί, πλείστους ἀποβαλών, ἐς τὸ πεδίον ἐκ τῶν ὀρῶν κατέβαινε.