The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

ΙΒΗΡΙΚΗ

 

ξη. 16 [σεξτ. 99]

̔Ρωμαῖοι δέ, ὡς ἔθος, ἐς τὰ προσειλημμένα τῆς ̓Ιβηρίας ἔπεμψαν ἀπὸ τῆς βουλῆς ἄνδρας δέκα τοὺς καταστησομένους αὐτὰ ἐς εἰρήνην, ὅσα Σκιπίων τε ἔλαβε καὶ Βροῦτος πρὸ τοῦ Σκιπίωνος ὑπηγάγετο ἐχειρώσατο. χρόνῳ δ' ὕστερον, ἀποστάσεων ἄλλων ἐν ̓Ιβηρίᾳ γενομένων, Καλπούρνιος Πίσων στρατηγὸς ᾑρέθη. καὶ αὐτὸν διεδέξατο μὲν Σέρουιος Γάλβας, Κίμβρων δ' ἐπιστρατευόντων τῇ ̓Ιταλίᾳ, καὶ Σικελίας πολεμουμένης τὸν δεύτερον δουλικὸν πόλεμον, στρατιὰν μὲν ἐς ̓Ιβηρίαν οὐκ ἔπεμπον ὑπ' ἀσχολίας, πρέσβεις δὲ ἀπεστέλλον, οἳ τὸν πόλεμον ἔμελλον ὅπῃ δύναιντο καταθήσεσθαι. Κίμβρων δὲ ἐξελαθέντων, Τίτος Δείδιος ἐπελθὼν ̓Αρουακῶν μὲν ἔκτεινεν ἐς δισμυρίους, Τερμησὸν δέ, μεγάλην πόλιν ἀεὶ δυσπειθῆ ̔Ρωμαίοις γενομένην, ἐξ ἐρυμνοῦ κατήγαγεν ἐς τὸ πεδίον, καὶ ἐκέλευσεν οἰκεῖν ἀτειχίστους. Κολένδαν δὲ προσκαθίσας ἐνάτῳ μηνὶ παρέλαβεν ἐγχειρίσασαν ἑαυτήν, καὶ τοὺς Κολενδέας ἅπαντας μετὰ παίδων καὶ γυναικῶν ἀπέδοτο. [σεξτ. 100]

Πόλιν δ' ἑτέραν τῆς Κολένδης πλησίον ᾤκουν μιγάδες Κελτιβήρων, οὓς Μᾶρκος Μάριος συμμαχήσαντας αὐτῷ κατὰ Λυσιτανῶν, τῆς βουλῆς ἐπιτρεπούσης, ᾠκίκει πρὸ πέντε ἐνιαυτῶν. ἐλῄστευον δ' ἐξ ἀπορίας οὗτοι: καὶ κρίνας αὐτοὺς Δείδιος ἀνελεῖν, συνθεμένων αὐτῷ τῶν δέκα πρέσβεων ἔτι παρόντων, ἔφη τοῖς ἐπιφανέσιν αὐτῶν ἐθέλειν τὴν Κολενδέων χώραν αὐτοῖς προσορίσαι πενομένοις. ἀσπαζομένους δὲ ὁρῶν ἐκέλευε, τῷ δήμῳ ταῦτα μετενεγκόντας, ἥκειν μετὰ γυναικῶν καὶ παίδων τὴν χώραν μεριουμένους. ἐπεὶ δ' ἀφίκοντο, προσέταξε τοὺς στρατιώτας ἐκ τοῦ χάρακος ἐξελθεῖν καὶ τοὺς ἐνεδρευομένους ἔσω παρελθεῖν ὡς ἀπογραψόμενος αὐτῶν ἔνδον τὸ πλῆθος, ἐν μέρει μὲν ἀνδρῶν ἐν μέρει δὲ παίδων καὶ γυναικῶν, ἵνα ἐπιγνοίη πόσην χώραν αὐτοῖς δέοι διελεῖν. ὡς δὲ παρῆλθον ἐς τὴν τάφρον καὶ τὸ χαράκωμα, περιστήσας αὐτοῖς τὸν στρατὸν Δείδιος ἔκτεινε πάντας. καὶ ἐπὶ τοῖσδε Δείδιος μὲν καὶ ἐθριάμβευσε, πάλιν δὲ τῶν Κελτιβήρων ἀποστάντων Φλάκκος ἐπιπεμφθεὶς ἔκτεινε δισμυρίους. ἐν δὲ Βελγήδῃ πόλει μὲν δῆμος ἐς ἀπόστασιν ὁρμῶν τὴν βουλὴν ὀκνοῦσαν ἐνέπρησεν αὐτῷ βουλευτηρίῳ, δὲ Φλάκκος ἐπελθὼν ἔκτεινε τοὺς αἰτίους. [σεξτ. 101]

Τοσάδε μὲν ηὗρον ἄξια λόγου ̔Ρωμαίοις ἐς τότε πρὸς ̓́Ιβηρας αὐτοὺς γενόμενα: χρόνῳ δ' ὕστερον στασιαζόντων ἐν ̔Ρώμῃ Σύλλα τε καὶ Κίννα, καὶ ἐς ἐμφυλίους πολέμους καὶ στρατόπεδα κατὰ τῆς πατρίδος διῃρημένων, Κόιντος Σερτώριος, ἐκ τῆς Κίννα στάσεως αἱρεθεὶς τῆς ̓Ιβηρίας ἄρχειν, ̓Ιβηρίαν τε αὐτὴν ἐπανέστησε ̔Ρωμαίοις, καὶ πολὺν στρατὸν ἀγείρας, καὶ βουλὴν τῶν ἰδίων φίλων ἐς μίμημα τῆς συγκλήτου καταλέξας, ἤλαυνεν ἐς ̔Ρώμην ἐπὶ τόλμης καὶ φρονήματος λαμπροῦ, καὶ τἄλλα ὢν ἐς θρασύτητα περιώνυμος, ὥστε τὴν βουλὴν δείσασαν ἑλέσθαι τοὺς παρὰ σφίσιν ἐπὶ μεγίστης τότε δόξης στρατηγούς, Καικίλιόν τε Μέτελλον μετὰ πολλοῦ στρατοῦ καὶ Γναῖον Πομπήιον ἐπ' ἐκείνῳ μεθ' ἑτέρου στρατοῦ, ἵνα τὸν πόλεμον, ὅπῃ δύναιντο, ἐξωθοῖεν ἐκ τῆς ̓Ιταλίας ἐν διχοστασίᾳ τότε μάλιστα οὔσης. ἀλλὰ Σερτώριον μὲν τῶν στασιωτῶν τις αὐτοῦ Περπέρνας ἀνελὼν ἑαυτὸν ἐπὶ Σερτωρίῳ στρατηγὸν ἀπέφηνε τῆς ἀποστάσεως, Περπέρναν δ' ἔκτεινε μάχῃ Πομπήιος, καὶ πόλεμος ὅδε, θορυβήσας δὴ τῷ φόβῳ μάλιστα ̔Ρωμαίους, διελύθη. τὸ δὲ ἀκριβὲς αὐτοῦ δηλώσει τὰ περὶ Σύλλαν ἐμφύλια. [σεξτ. 102]

Μετὰ δὲ τὸν Σύλλα θάνατον Γάιος Καῖσαρ αἱρεθεὶς ̓Ιβηρίας στρατηγεῖν, ὥστε καὶ πολεμεῖν οἷς δεήσειεν, ὅσα τῶν ̓Ιβήρων ἐσαλεύετο ̔Ρωμαίοις ἔτι ἔλειπε, πολέμῳ συνηνάγκασε πάντα ὑπακούειν. καί τινα αὖθις ἀφιστάμενα ̓Οκταούιος Καῖσαρ τοῦ Γάιου παῖς, Σεβαστὸς ἐπίκλην, ἐχειρώσατο. καὶ ἐξ ἐκείνου μοι δοκοῦσι ̔Ρωμαῖοι τὴν ̓Ιβηρίαν, ἣν δὴ νῦν ̔Ισπανίαν καλοῦσιν, ἐς τρία διαιρεῖν καὶ στρατηγοὺς ἐπιπέμπειν, ἐτησίους μὲν ἐς τὰ δύο βουλή, τὸν δὲ τρίτον βασιλεὺς ἐφ' ὅσον δοκιμάσειεν.