[p. 219] χρῆσις ὡραῖος·
περίπατοι · ἐπὶ τοῖσι δὲ θυμηδίη ἄλυπος.
Ὀργὴ δὲ
καὶ λαγνείη, κακόν· καὶ γὰρ τὸ πρῆγμα τῆς νούσου φέρει τὰ
σύμβολα. ἀπάτη δέ τις ἔς τε μετεξετέρους ἰατροὺς συνουσίης
. ἐπεὶ γὰρ ἡ τῆς φύσιος εἰς ἄνδρα μεταβολὴ ἀγαθόν τι
πρήσσει, μετεβιάσαν το τὴν παίδων φύσιν ἀώρῳ ξυνουσίῃ
, ὡς θᾶσσον ἀναρρώς οντ ες· ἀγνοέου σι δὲ τῆς φύσιος τὴν
αὐτομάτην προθεσμίην, ἐφ' ᾗ πάντα γίγνεται τὰ ἄκεα· ἥδε γὰρ
ἑκάστῃ ἡλικίῃ συντίκτει τὰ οἰκεῖα ἐν χρόνοις ὡραίοισι. ἐν
χρόνῳ γὰρ οἱ πεπασμοὶ σπέρματος, γενείου,
πολιῆς. τίς ὦν ἰητρὸς προσαλλάξαι
τῆς φύσιος τοῦτο μὲν τὴν ἀρχῆθεν τῶν σπερμάτων μεταβολὴν,
τοῦτο δὲ τὴν ἐς ἑκάστου προθεσμίην; ἀλλὰ καὶ
προσέκοψαν ἐς τὴν φύσιν τοῦ νοσήματος. οὐκέτι γὰρ ἔγκαιροί
τινες ἔασι τῇ ἀρχῇ τῆς ξυνουσίης, προσινόμενο
ἀωρίῃ τοῦ πρήγματος.
Βιοτεύειν δὲ χρὴ ἐν χώρῃσι θερμῇσι, ξηρῇσι.
ψυχρὸν γὰρ, καὶ
ὑγρὸν, ἡ νοῦσος.
Κεφ. ε'.
Θεραπεία Μελαγχολίης.
Χρεὼ βουλῆς ἀμφὶ αἵματος ἀφαιρέσιος ἐν τοῖσι μελαγχολικοῖσι,
ἀφ' οὗ γίγνεται ἡ νοῦσος, ἀλλὰ καὶ
κακοχυμίης , οὐδ' ἐπὶ σμικρῷ τῷ πλήθεϊ· ἢν μὲν ὦν ἡλικίης
νέης λάβηται καὶ ὥρης ἐαρινῆς, τάμνειν φλέβα τὴν ἐπ' ἀγκῶνι
τῷ δεξιῷ μέσην, ὅκως ἀπὸ τοῦ ἥπατος εἴη ἐπίκαιρος ἡ
ῥΟή. τόδε γὰρ τὸ σπλάγχνον αἵματος αἱ πηγαὶ,
χολῆς δὲ ἡ γένεσις, ἄμφω μελαγχολίης ἡ
τροφή· τάμνειν δὲ κἢν ἰσχνοὶ ἔωσι, καὶ λείφαιμοι·
σμικρὸν δὲ ἀφαιρέειν, ὁκόσον αἴσθοιτο τομῆς ἡ δύναμις · οὐκ
ἐλεγχθείη δὲ ἐπὶ τῷ τόνῳ. καὶ γὰρ εἰ παχὺ,
καὶ χολῶδες, καὶ πεπηγὸς εἴη τὸ
αἷμα, καὶ μέλαν ὅκως ἀμόργη,
ἀλλὰ τόδε ἐστὶ τῆς φύσιος ὁ χῶρος καὶ ἡ τροφή.
ἢν ὦν τοῦ δέοντος πολλὸν ἀφέλῃς, ἀτροφίῃ ἡ
φύσις ἐξίσταται τῆς