[p. 238]
ἡμέραν ἀφ' ἡμέρας, καὶ αὖθις ἐς
νέωτα· κἢν ἡ νοῦσος κρατυνθῇ, φαρμάκων ποτῶν ὁκόσα τις
γιγνώσκει πιπίσκειν · ἀγαθὸν γὰρ φαρμακεύειν πολλὸν ἐς ὄνησιν.
κἀγὼ δὲ ὁκόσα γιγνώσκω γράφω· κεδρίης κύαθον ἕνα,
κράμβης δύο μίσγοντα, διδόναι.
ἄλλο· σιδηρίτιδος τοῦ χυλοῦ κύαθος εἶς,
τριφυλλίου εἷς, οἴνου καὶ μέλιτος κύαθοι
δύο. ἄλλο· ἐλέφαντος τοῦ ὀδόντος ῥΙνήματος ὁλκῆς
δραχμὴ, ξὺν οἴνῳ Κρητὶ ἐς κυάθους δύο· ἀτὰρ καὶ τῶν ἔχεων τῶν
ἑρπετῶν θηρίων αἱ σάρκες, καὶ αἵδε ἐς ἀρτίσκους πεπλασμέναι
πίνονται · ἀποτάμνοντα δὲ χρὴ τῆς κεφαλῆς καὶ τῆς οὐραίης ἑκάστου,
ὁκόσον δακτύλους τέσσαρας, τὸ λοιπὸν ἑψεῖν
ἐς διάκρισιν τῶν ἀκανθῶν. τὰς δὲ σάρκας,
ἀρτίσκους διαπλάσαντας, ψύχειν ἐν
σκιῇ· πιπίσκειν δὲ τούσδε, ὅκως καὶ τὴν σκίλλην · καὶ αὐτοὶ
δὲ οἱ ἔχιες ὄψον ἐν δείπνῳ· ὡς ἰχθύας δὲ χρὴ τούτους σκευάσαι· ἢν δὲ τὸ δι' ἐχιδνῶν,
τὸ ποικίλον, παρέῃ φάρμακον,
ἀντὶ πάντων πίνειν τόδε· ἴσχει γὰρ πάντα ὁμοῦ· ῥύΠτειν δὲ
καὶ τὸ σκῆνος, καὶ τοὺς ὄχθους λεαίνειν.
φάρμακα δὲ ἄλλα μυρία . . . . . . τῶν
Κελτέων, οἳ νῦν καλέονται Γάλλοι,
τὰς λιτρώδεις τὰς ποιητὰς σφαίρας, ᾗσι
ῥύΠτουσι τὰς ὀθόνας, σάπων ἐπίκλην,
τῇσι ῥύΠτειν τὸ σκῆνος ἐν λουτρῷ ἄριστον · καὶ ἀνδράχνη καὶ ἀείζωον ξὺν
ὄξεϊ, ἀτὰρ καὶ λαπάθου ῥΙζέων ἀφέψημα ξὺν ἀπύρῳ θείῳ ῥύΠτει
καλῶς. ποικίλον δὲ,
ἁλκυονίου τοῦ λείου, καὶ νίτρου,
καὶ τρυγὸς ὄξεος κεκαυμένης , καὶ στυπτηρίης
σχιστῆς, καὶ θείου τοῦ ἀπύρου,
καὶ κόστου, καὶ ἴριδος,
καὶ πεπέριος· τάδε χρὴ πάντα μίσγειν, ἑκάστῳ
τὸ πρὸς δύναμιν, ἄλλο δὲ ἄλλῳ ἶσον· καὶ τόδε καταπάσσοντα
ἀνατρίβειν . ἐς δὲ τοὺς ὄχθους τοῦ προσώπου,
κλημάτων τὴν σποδιὴν ξύν τινι θηρίων στέατι μίσγοντα
χρίειν, λέοντος, ἢ
παρδάλιος, ἢ ἄρκτου, ἢν
δὲ μὴ, χηναλώπεκος.
ὅμοιον γὰρ ἐν ἀνομοίῳ, ὅκως πίθηκος
ἀνθρώπῳ, ἄριστον · καὶ ἀμμωνιακὸν τὸ θυμίημα ξὺν
ὄξεϊ, καὶ ἀρνογλώσσου χυλῷ,
ἢ πολυγόνου, καὶ ὑποκιστὶς καὶ λύκιον·
|