[p. 221]
ἔντερον τὴν χολήν. ἢν μὲν ὦν νεότοκον τὸ
πάθος ᾖ, καὶ μὴ πολλὸν ὥνθρωπος ἐκτραπῇ,
οὐκ ἄλλης μὲν ἐπὶ τοῖσι ἰήσιος, τῆς
δὲ λοιπῆς διαίτης χρέος, ἔς τε ἀνάληψιν τῆς
ἕξιος, καὶ ἐς κάθαρσιν ἀκριβέα τοῦ πάθεος,
καὶ ἰσχὺν τῆς δυνάμιος, ὡς μὴ
παλινδρομέωσι αἱ νοῦσοι· φράσω δὲ αὖθις τὴν ἐν τῇ ἀναλήψι βιοτήν.
Ἢν δὲ ἐπὶ τοῖσδε σμικρόν τι ὑποπτώξασα ἡ νοῦσος παλίνορσος
ὀφθῇ, μεζόνων ἀκέων χρέος.
μὴ ὦν ἀμβολὴ χρόνου γιγνέσθω· ἀλλ' ἢν ἐπὶ σχέσι γυναικὸς καταμηνίων
, ἢ ἀνδρὸς αἱμορροί̈δων ῥόΟυ,
ἡ νοῦσος παρῇ, ἐρεθίζειν τὰ
χωρία, προχέειν τι τοῦ ξυνήθεος· ἢν δὲ μέλλῃ καὶ μὴ
ἥκῃ, ἄλλῃ πη τοῦ αἵματος μεταρρυέντος,
ἐπισπέρχῃ δὲ ἡ νοῦσος, κενώσιας ποιέεσθαι
αὐτῷ, ἡγεόμενον ἀπὸ τῶν σφυρῶν.
κἢν μὴ ἐς ὅσον χρὴ ἐντεῦθεν ἀφέλῃς, καὶ τὴν ἐπ'
ἀγκῶνι τάμνειν φλέβα. μεσηγὺ δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν
ἀναθρέψ ιος τὴν ἱερὴν τὸ καθαρτήριον φάρμακον πιπίσκειν · ἔπειτα σικύην τοῖσι μέσοισι
προσβάλλειν, τῷ ἥπατι ἐγχρίμπτοντα,
πρήσσειν τε τὰ ἔργα ᾗ τάχος ἀνύοντα. σμικροῖσι μὲν
γὰρ ἄκεσι οὐ πείθεται. κἢν ἐς τὰ μεγάλα
δηθύνῃ, ἐν ἕδρῃ ἵζει ἡ μελαγχολίη · καὶ ἢν πάντη τοῦ σώματος
ἐνοικήσῃ, αἰσθήσεσι,
γνώμῃ, αἵματι,
χολῇ, λάβηται δὲ καὶ νεύρων,
αὐτή τε ἐς ἀνήκεστον τρέπεται,
ἐντίκτει
The common reading,
ἐγκοτεῖ, being evidently inadmissible, I have preferred the reading adopted
by Ermerins, in preference to ἐγκροτεῖ, as suggested
by Petit, or ἐγκύει as proposed by Wigan.
|
τε τῷ σκήνεϊ ἑτέρων νοσημάτων τόκους,
σπασμοῦ , μανίης,
παραλύσιος · κἢν ἐκ μελαγχολίης τάδε γίγνηται,
τὰ ἐπιγιγνόμενα ἀνήκεστα. ἐλλεβόρῳ ὦν
χρέεσθαι ἐς ἴησιν τοῦ κακοῦ. ἐπίπροσθεν δὲ τοῦ ἐλλεβόρου
χρὴ τόν τε στόμαχον μελετῆσαι ἐξεμέειν, καὶ τὰ ὑγρὰ
λεπτῦναι, καὶ τὸ σκῆνος εὔροον ποιέειν· ἔμετοι δὲ τάδε
πρήσσουσι, ἄλλοτε μὲν οἱ νήστιες,
ἄλλοτε δὲ ῥΑφανῖδες. φράσω δὲ τόν τε τρόπον
καὶ τὴν ὕλην· φράσω δὲ καὶ τοῦ ἐλλεβόρου τὰ εἴδεα, καὶ τῆς
χρήσιος τοῦς τρόπους, καὶ
|