[p. 136] μὴ, ἀνακαλεσάμενον
ὀσμῇσι, καὶ ψαύσεσι προσώπου,
καὶ πιέσι ποδῶν αὐτίκα ἀφαιρέειν· γνῶμα δὲ τῆς αὐταρκίης ἡ δύναμις.
Τροφὴ ὑγρὴ πᾶσι μὲν τοῖσι πυρεταίνουσι,
οὐκ ἥκιστα δὲ φρενιτι κοῖσι· ἐπιξηρότεροι γὰρ πυρετῶν
μούνων. τὸ δὲ μελίκρητον ,
ἢν μὴ χολώδεες ἔωσι· ἄπεπτον γὰρ τοῖσι πικροχόλοισι.
I have adopted the reading substituted by Ermerins in place of the ordinary text
which stood thus: οὐδὲ μελίκρη τον ,
ἤν μὴ χολώδεες ἔωσι, εὔπεπτον γὰρ τοῖσι
πικροχόλοισι. Petit proposes to improve the text by leaving out
μὴ, and substituting ὕποπτον for
εὔπεπτον. But the emendation substituted by Ermerins
seems preferable, being founded on the rules laid down by Hippocrates in his work, "On
Aliment in Acute Diseases."--See Syd. Soc. Edit. t. i.
| χόνδροι
πλυτοὶ ξὺν ὕδατι, ἢ μελικρήτῳ.
ἀγαθὸν δὲ καὶ ἐκ τῶνδε ῥΟφήματα διδόναι ἁπλᾶ,
ὁποῖα θύμβρης, ἢ σελίνου,
ἢ ἀνήθου ἐνηψημένων · εὔπνοα γὰρ τάδε καὶ διουρητικά .
σύμφορον δὲ φρενιτι κοῖσι οὔρησις · λαχάνων πάντων μὲν,
μάλιστα δὲ μαλάχης. ἀγαθὸν γὰρ τὸ
γλίσχρασμα καὶ ἐς λειότητ αγλώσσης καὶ ἀρτηρίης, καὶ ἐς
τὴν τῶν κοπρίων διέξοδον· ἄριστον δὲ καὶ τεῦτλον, καὶ
βλίτον, καὶ κορωνόπους,
καὶ κολοκύνται καθ' ὥρην, καὶ ὅ τι ἂν ἐφ'
ἑκάστης ὥρης ἄριστονᾖ. πτισάνης δὲ χυλὸς ὑγρότατος μὲν ἐν
πρώτοισι, ὡς ἀτροφώτερος ἔοι· ἐπὶ δὲ μᾶλλον παχύτερος,
ὁκόσον ἂν ἡ νοῦσος προήκοι χρόνον.
ὑποστέλλεσθαι δὲ ἐν τῇσι κρίσεσι, καὶ
μικρόν τι πρὸ τῶν κρισίων. ἢν δὲ ἐς μῆκος ἡ νοῦσος
ἴῃ, μὴ ἀφαιρέειν τῶν προσθεσίων,
ἀλλὰ σιτώδεα διδόναι, ὡς ἐξαρκέσῃ ὁ νοσέων·
εὖτε καὶ κρεῶν ἀκρέων καὶ πετεινῶν χρέος, τὰ πολλὰ τοῖσι
χυλοῖσι ἐντηκομένων· κάρτα γὰρ χρὴ τάδε ἐν τῇ ἑψήσι λύεσθαι · ἰχθύων οἱ πετραῖοι τῶν ἄλλων
κρέσσον ές εἰσι. ἐπίπαν δὲ τοὺς ἐν τῇ χώρᾳ ἀρίστους αἱρετέον·
ἄλλη γὰρ ἄλλας φέρειν ἰχθύων ἰδέας πεπίστευται χώρη.
ὀπώρας οἰνώδεος ὑποστέλλεσθαι, κεφαλῆς γὰρ
καὶ φρενῶν ἅψιν ποιέει· ἢν δὲ ἀνάγκη ἔῃ,
τῆς
|