Oeuvres Completes D'Hippocrate.

Oeuvres Completes D'Hippocrate.
By Hippocrates
Edited by: A. Littre

Amsterdam Adolf M. Hakkert


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ

ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ.

ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ.

ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ.

ΠΕΡΙ ΕΛΚΩΝ.

ΠΕΡΙ ΑΡΘΡΩΝ

ΜΟΧΛΙΚΟΣ.

ΑΦΟΡΙΣΜΟΙ.
   ΤΜΗΜΑ ΠΡΩΤΟΝ.
   ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.
   ΤΜΗΜΑ ΤΡΙΤΟΝ.
   ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.
   ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ
   ΤΜΗΜΑ ΕΚΤΟΝ.

ΤΜΗΜΛ ΕΒΔΟΜΟΝ.

ΠΡΟΓΝΩΣΤΙΚΟΝ

ΠΕΡΙ ΑΓΜΩΝ.

ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ.

ΠΕΡΙ ΤΩΝ ΕΝ ΚΕΦΑΛΗ ΤΡΩΜΑΤΩΝ.

ΚΑΤ' ΙΗΤΡΕΙΟΝ.


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ.

 [p. 454]

καθεὶς ἐς τὴν σύριγγα, πρὸς τοῦτο διάγειν κλύζων. Ὑγιὴς δὲ οὐ γίνεται, ἢν μὴ τμηθῇ.


7. Ἢν ἀρχὸς φλεγμήνῃ, καὶ ὀδύνη ἔχῃ καὶ πυρετὸς, καὶ ἐς ἄφοδον θαμινὰ καθίζῃ καὶ μηδὲν ὑποχωρεῃ, καὶ ὑπὸ τοῦ φλέγματος δοκέῃ ἐξιέναι ἕδρη, καὶ ἐνίοτε στραγγουρίη ἐπιλαμβάνῃ, τοῦτο τὸ νόσημα γίνεται, ὅταν φλέγμα ἐς τὸν ἀρχὸν καταστηρίξῃ ἐκ τοῦ σώματος. Ξυμφέρει δὲ τὰ θερμά δύναται γὰρ τάδε προσφερόμενα λεπτύνειν καὶ ἐκτήκειν τὸ φλέγμα, καὶ ἅμα τῷ δριμεῖ τὸ ἁλμυρὸν ἐξυδατοῦν, ὥστε μὴ εἶναι τὸ καῦμα μηδὲ δῆξίν τινα ἐν τῷ ἐντέρῳ. Θεραπεύειν οὖν χρὴ ὧδεκαθίζειν ἐς ὕδωρ θερμὸν, καὶ τρίψαντα τοῦ κόκκου τοῦ κνιδίου ἑξήκοντα κόκκους διεῖναι ἐν οἴνου κοτύλῃ καὶ ἐλαίου ἡμικοτυλίῳ, χλιήνας, κλύσον. Ἄγει δὲ ταῦτα φλέγμα καὶ κόπρον. Ὅταν δὲ μὴ ἐν τῷ ὕδατι καθίζῃ, ὠὰ ἑψήσας ἐν οἴνῳ μέλανι εὐώδει προστιθέναι πρὸς τὴν ἕδρην, ὑποπετάσας τι κάτωθεν θερμὸν, κύστιν ὕδατος θερμοῦ πλήσας, λίνου σπέρμα πεφωσμένον ἀλέσας, τρίψας καὶ μίξας ἴσον ἄλητον ἐν οἴνῳ μέλανι καὶ εὐώδει καὶ ἐλαίῳ, καταπλάσσειν ὡς θερμοτάτῳ‧ κριθὰς μίξας, στυπτηρίην αἰγυπτίην τετριμμένην, καταπλάσσειν τε καὶ πυριῇν‧ ἔπειτα πλάσας βάλανον μακρὴν, καὶ χλιαίνων πρὸς πυρὸς, τοῖσι δακτύλοισι προσπλάσσειν‧ ἔπειτα ἀκροχλίηρον ποιέων, ἐντιθέναι ἐς τὴν ἕδρηντὰ ἔξωθεν δὲ κηρωτῇ περιαλεῖψαι, καὶ καταπλάσσειν σκορόδοισιν ἑφθοῖσιν ἐν οἴνῳ μέλανι κεκρημένῳ. Ἐπὴν δὲ ἐξαιρέῃς, ἐς ὕδωρ θ̣ρμὸν ἐφίζειν, καὶ συμμίξας χυλὸν στρύχνου καὶ χηνὸς καὶ ὑὸς στέαρ καὶ χρυσοκόλλαν καὶ ῥΗτίνην καὶ κηρὸν λευκὸν, ἔπειτα διατήξας ἐν τῷ αὐτῷ καὶ ξυμμίξας, τούτοισιν ἐγχρίειν, καὶ ἕως ἂν φλεγμαίνῃ,