Oeuvres Completes D'Hippocrate.

Oeuvres Completes D'Hippocrate.
By Hippocrates
Edited by: A. Littre

Amsterdam Adolf M. Hakkert


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ

ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ.

ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ.

ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ.

ΠΕΡΙ ΕΛΚΩΝ.

ΠΕΡΙ ΑΡΘΡΩΝ

ΜΟΧΛΙΚΟΣ.

ΑΦΟΡΙΣΜΟΙ.
   ΤΜΗΜΑ ΠΡΩΤΟΝ.
   ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.
   ΤΜΗΜΑ ΤΡΙΤΟΝ.
   ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.
   ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ
   ΤΜΗΜΑ ΕΚΤΟΝ.

ΤΜΗΜΛ ΕΒΔΟΜΟΝ.

ΠΡΟΓΝΩΣΤΙΚΟΝ

ΠΕΡΙ ΑΓΜΩΝ.

ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ.

ΠΕΡΙ ΤΩΝ ΕΝ ΚΕΦΑΛΗ ΤΡΩΜΑΤΩΝ.

ΚΑΤ' ΙΗΤΡΕΙΟΝ.


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ.

 [p. 452]

τῷ ὠμολίνῳ ὅτι ἄσηπτός ἐστιν̓‧ ἐπὴν δὲ διασαπῇ σύριγξ, τάμνεσθαι χρὴ σπόγγον μαλακὸν ὡς λεπτότατον προστεθένταἔπειτα ἐς μὲν τὴν σύριγγα ἄνθος χαλκοῦ ὀπτὸν συχνὸν τῇ μήλῃ ἐνθεῖναι, τὸν δὲ σπόγγον ἀλεῖψαι μέλιτι, καὶ ὑποβαλὼν μέσον τῷ λιχανῷ δακτύλῳ τῆς ἀριστερῆς χειρὸς ὦσαι πρόσω, καὶ προσθεὶς ἕτερον σπόγγον ἀναδῆσαι τὸν αὐτὸν τρόπον, ὅν περ καὶ ἐπὶ τῇσιν αἱμοῤῥΟί̈σιν‧ τῇ δὲ αὔριον ἀπολύσας, περινίψαι ὕδατι θερμῷ, καὶ σπόγγῳ τῷ δακτύλῳ τῆς ἀριστερῆς χειρὸς πειρᾷν διακαθαίρειν τὴν σύριγγα, καὶ αὖθις πάλιν τὸ ἄνθος ἐπιδῆσαιταῦτα ποιέειν ἑπτὰ ἡμέρας, ἐν ταύτῃσι γὰρ μάλιστα χιτὼν τῆς σύριγγος ἐκσήπεται‧ τὸ δὲ λοιπὸν, ἔστ' ἂν ὑγιανθῇ, τουτέῳ ἐπιδεῖνκατὰ γὰρ τοῦτον τὸν τρόπον ὑπὸ τοῦ σπόγγου διαναγκαζομένη καὶ ἀναπτυσσομένη σύριγξ οὔτε πάλιν ξυμπέσοι ἂν, οὔτε τὸ μὲν αὐτῆς ὑγιανθείη ἂν, τὸ δὲ πάλιν ξυμπληρωθείη, ἀλλ' ἐν ἑωυτῇ πᾶσα ὑγιὴς ἔσται. Ἐν τῇ θεραπείῃ δὲ προσαιονᾷν ὕδατι πολλλῷ θερμῷ, καὶ λιμοκτονέειν.


5. Ἢν δὲ μὴ διαβεβρώκῃ σύριγξ, προμηλώσας μήλῃ, τέμνε ἕως ἂν διέλθῃ, καὶ ἐπίπασσε ἄνθος χαλκοῦ, καὶ ἐᾷν ἐπὶ πέντε ἡμέρας‧ κατάχεε δὲ ὕδωρ θερμόνκαὶ ἐπάνω ὕδατι φυρῶν ἄλφιτον κατάπασσε, καὶ φύλλα τεύτλων ἐπίδει‧ ἐπὴν δὲ ἐκπέσῃ τὸ ἄνθος τοῦ χαλκοῦ, καὶ καθαρὸν τὸ ἕλκος τῆς σύριγγος, ἰῶ ὥσπερ τὴν ἔμπροσθεν.


6. Ἢν δὲ ἐν χωρίῳ , μὴ οἷόν τε τάμνειν, βαθείη δὲ καὶ σύριγξ, ἄνθει χαλκοῦ καὶ σμύρνῃ καὶ λίτρῳ οὔρῳ διεὶς, κλύζειν, καὶ ἐς τὸ στόμα τῆς σύριγγος μολύβδιον ἐντιθέναι, ὅπως μὴ ξυμφύηται‧ κλύζειν δὲ πτεροῦ σύριγγα προσδήσας πρὸς κύστιν, καὶ