De bello Judaico libri viiMachine readable text


De bello Judaico libri vii
By Flavius Josephus
Edited by: B. Niese

Berlin Weidmann 1895



Perseus Documents Collection Table of Contents



*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on a.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous lo/gos b.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on g.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on d.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on e.

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on .

*flaui/ou *)iwsh/pou i(stori/a *)ioudai+kou= pole/mou pro\s *(rwmai/ous bibli/on z.


Funded by The Annenberg CPB/Project

Φλαυίου Ἰωσήπου ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον ζ.

  [ωηιστον σεξτ. 1] [σεξτ. 1]

Ἐπεὶ δ' οὔτε φονεύειν οὔτε διαρπάζειν εἶχεν στρατιὰ πάντων τοῖς θυμοῖς ἐπιλειπόντων, οὐ γὰρ δή γε φειδοῖ τινος ἔμελλον ἀφέξεσθαι δρᾶν ἔχοντες, κελεύει Καῖσαρ ἤδη τήν τε πόλιν ἅπασαν καὶ τὸν νεὼν κατασκάπτειν, πύργους μὲν ὅσοι τῶν ἄλλων ὑπερανειστήκεσαν καταλιπόντας, Φασάηλον Ἱππικὸν Μαριάμμην, τεῖχος δ' ὅσον ἦν ἐξ ἑσπέρας τὴν πόλιν περιέχον, [σεξτ. 2] τοῦτο μέν, ὅπως εἴη τοῖς ὑπολειφθησομένοις φρουροῖς στρατόπεδον, τοὺς πύργους δέ, ἵνα τοῖς ἔπειτα σημαίνωσιν οἵας πόλεως καὶ τίνα τρόπον ὀχυρᾶς οὕτως ἐκράτησεν Ῥωμαίων ἀνδραγαθία. [σεξτ. 3] τὸν δ' ἄλλον ἅπαντα τῆς πόλεως περίβολον οὕτως ἐξωμάλισαν οἱ κατασκάπτοντες, ὡς μηδεπώποτ' οἰκηθῆναι πίστιν ἂν ἔτι παρασχεῖν τοῖς προσελθοῦσι. [σεξτ. 4] τοῦτο μὲν οὖν τὸ τέλος ἐκ τῆς τῶν νεωτερισάντων ἀνοίας Ἱεροσολύμοις ἐγένετο, λαμπρᾷ τε πόλει καὶ παρὰ πᾶσιν ἀνθρώποις διαβοηθείσῃ. [ωηιστον σεξτ. 2] [σεξτ. 5]

Καῖσαρ δὲ φυλακὴν μὲν αὐτόθι καταλιπεῖν ἔγνω τῶν ταγμάτων τὸ δέκατον καί τινας ἴλας ἱππέων καὶ λόχους πεζῶν, πάντα δ' ἤδη τὰ τοῦ πολέμου διῳκηκὼς ἐπαινέσαι τε σύμπασαν ἐπόθει τὴν στρατιὰν ἐπὶ τοῖς κατορθώμασιν καὶ τὰ προσήκοντα γέρα τοῖς ἀριστεύσασιν ἀποδοῦναι. [σεξτ. 6] ποιηθέντος οὖν αὐτῷ μεγάλου κατὰ μέσην τὴν πρότερον παρεμβολὴν βήματος, καταστὰς ἐπὶ τοῦτο μετὰ τῶν ἡγεμόνων εἰς ἐπήκοον ἁπάσῃ τῇ στρατιᾷ ἔλεγε χάριν μὲν πολλὴν ἔχειν αὐτοῖς τῆς πρὸς αὐτὸν εὐνοίας, χρώμενοι διατελοῦσιν: [σεξτ. 7] ἐπῄνει δὲ τῆς ἐν παντὶ πολέμῳ πειθαρχίας, ἣν ἐν πολλοῖς καὶ μεγάλοις κινδύνοις ἅμα τῇ κατὰ σφᾶς ἀνδρείᾳ παρέσχον, τῇ μὲν πατρίδι καὶ δι' αὐτῶν τὸ κράτος αὔξοντες, φανερὸν δὲ πᾶσιν ἀνθρώποις καθιστάντες, ὅτι μήτε πλῆθος πολεμίων μήτε χωρίων ὀχυρότητες μεγέθη πόλεων τῶν ἀντιτεταγμένων ἀλόγιστοι τόλμαι καὶ θηριώδεις ἀγριότητες δύναιντ' ἄν ποτε τὴν Ῥωμαίων ἀρετὴν διαφυγεῖν, κἂν εἰς πολλά τινες τὴν τύχην εὕρωνται συναγωνιζομένην. [σεξτ. 8] καλὸν μὲν οὖν ἔφη καὶ τῷ πολέμῳ τέλος αὐτοὺς ἐπιθεῖναι πολλῷ χρόνῳ γενομένῳ: μηδὲ γὰρ εὔξασθαί τι τούτων ἄμεινον, ὅτ' εἰς αὐτὸν καθίσταντο: [σεξτ. 9] τούτου δὲ κάλλιον αὐτοῖς καὶ λαμπρότερον ὑπάρχειν, ὅτι τοὺς ἡγησομένους καὶ τῆς Ῥωμαίων ἀρχῆς ἐπιτροπεύσοντας αὐτῶν χειροτονησάντων εἴς τε τὴν πατρίδα προπεμψάντων ἄσμενοι πάντες προσίενται καὶ τοῖς ὑπ' αὐτῶν ἐγνωσμένοις ἐμμένουσι, χάριν ἔχοντες τοῖς ἑλομένοις. [σεξτ. 10] θαυμάζειν μὲν οὖν ἔφη πάντας καὶ ἀγαπᾶν, εἰδὼς ὅτι τοῦ δυνατοῦ τὴν προθυμίαν οὐδεὶς ἔσχε βραδυτέραν: [σεξτ. 11] τοῖς μέντοι διαπρεπέστερον ἀγωνισαμένοις ὑπὸ ῥώμης πλείονος καὶ τὸν μὲν αὑτῶν βίον ἀριστείαις κεκοσμηκόσι, τὴν δ' αὐτοῦ στρατείαν ἐπιφανεστέραν διὰ τῶν κατορθωμάτων πεποιηκόσιν ἔφη τὰ γέρα καὶ τὰς τιμὰς εὐθὺς ἀποδώσειν, καὶ μηδένα τῶν πλέον πονεῖν ἑτέρου θελησάντων τῆς δικαίας ἀμοιβῆς ἁμαρτήσεσθαι. [σεξτ. 12] πλείστην γὰρ αὐτῷ τούτου γενήσεσθαι τὴν ἐπιμέλειαν, ἐπεὶ καὶ μᾶλλον ἐθέλειν τὰς ἀρετὰς τιμᾶν τῶν συστρατευομένων κολάζειν τοὺς ἁμαρτάνοντας. [ωηιστον σεξτ. 3] [σεξτ. 13]

Εὐθέως οὖν ἐκέλευσεν ἀναγινώσκειν τοῖς ἐπὶ τοῦτο τεταγμένοις ὅσοι τι λαμπρὸν ἦσαν ἐν τῷ πολέμῳ κατωρθωκότες. [σεξτ. 14] καὶ κατ' ὄνομα καλῶν ἐπῄνει τε παριόντας ὡς ἂν ὑπερευφραινόμενός τις ἐπ' οἰκείοις κατορθώμασι καὶ στεφάνους ἐπετίθει χρυσοῦς, περιαυχένιά τε χρυσᾶ καὶ δόρατα μικρὰ χρυσᾶ καὶ σημαίας ἐδίδου πεποιημένας ἐξ ἀργύρου, [σεξτ. 15] καὶ τὴν ἑκάστου τάξιν ἤλλαττεν εἰς τὸ κρεῖττον, οὐ μὴν ἀλλὰ κἀκ τῶν λαφύρων ἄργυρον καὶ χρυσὸν ἐσθῆτάς τε καὶ τῆς ἄλλης αὐτοῖς λείας δαψιλῶς ἀπένειμε. [σεξτ. 16] πάντων δὲ τετιμημένων ὅπως αὐτὸς ἕκαστον ἠξίωσε, τῇ συμπάσῃ στρατιᾷ ποιησάμενος εὐχὰς ἐπὶ πολλῇ κατέβαινεν εὐφημίᾳ τρέπεταί τε πρὸς θυσίας ἐπινικίους, καὶ πολλοῦ βοῶν πλήθους τοῖς βωμοῖς παρεστηκότος καταθύσας πάντας τῇ στρατιᾷ διαδίδωσιν εἰς εὐωχίαν. [σεξτ. 17] αὐτὸς δὲ τοῖς ἐν τέλει τρεῖς ἡμέρας συνεορτάσας τὴν μὲν ἄλλην στρατιὰν διαφίησιν καλῶς εἶχεν ἑκάστους ἀπιέναι, τῷ δεκάτῳ δὲ τάγματι τὴν τῶν Ἱεροσολύμων ἐπέτρεψε φυλακὴν οὐκέτι αὐτοὺς ἐπὶ τὸν Εὐφράτην ἀποστείλας, ἔνθα πρότερον ἦσαν. [σεξτ. 18] μεμνημένος δὲ τοῦ δωδεκάτου τάγματος, ὅτι Κεστίου στρατηγοῦντος ἐνέδωκαν τοῖς Ἰουδαίοις, τῆς μὲν Συρίας αὐτὸ παντάπασιν ἐξήλασεν, ἦν γὰρ τὸ παλαιὸν ἐν Ῥαφανέαις, εἰς δὲ τὴν Μελιτηνὴν καλουμένην ἀπέστειλε: παρὰ τὸν Εὐφράτην ἐν μεθορίοις τῆς Ἀρμενίας ἐστὶ καὶ Καππαδοκίας. [σεξτ. 19] δύο δὲ ἠξίωσεν αὐτῷ μέχρι τῆς εἰς Αἴγυπτον ἀφίξεως, τὸ πέμπτον καὶ τὸ πεντεκαιδέκατον, παραμένειν. [σεξτ. 20] καὶ καταβὰς ἅμα τῷ στρατῷ πρὸς τὴν ἐπὶ τῇ θαλάττῃ Καισάρειαν εἰς ταύτην τό τε πλῆθος τῶν λαφύρων ἀπέθετο καὶ τοὺς αἰχμαλώτους προσέταξεν ἐν αὐτῇ φυλάττεσθαι: τὸν γὰρ εἰς τὴν Ἰταλίαν πλοῦν χειμὼν ἐκώλυε.

ξη. 2