PhoenissaeMachine readable text


Phoenissae
By Euripides
Edited by: Gilbert Murray

Oxford Clarendon Press, Oxford 1913



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 

Ἰοκάστη
τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν
καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις
Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,
ὡς δυστυχῆ Θήβαισι τῇ τόθ' ἡμέρᾳ
[5] ἀκτῖν' ἐφῆκας, Κάδμος ἡνίκ' ἦλθε γῆν
τήνδ', ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα:
ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ
Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον
φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.
[10] ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως,
Κρέων τ' ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ
καλοῦσι δ' Ἰοκάστην με: τοῦτο γὰρ πατὴρ
ἔθετο. γαμεῖ δὲ Λάιός μ': ἐπεὶ δ' ἄπαις
ἦν χρόνια λέκτρα τἄμ' ἔχων ἐν δώμασιν,
[15] ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θ' ἅμα
παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.
δ' εἶπεν: Θήβαισιν εὐίπποις ἄναξ,
μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ:
εἰ γὰρ τεκνώσεις παῖδ', ἀποκτενεῖ σ' φύς,
[20] καὶ πᾶς σὸς οἶκος βήσεται δι' αἵματος.
δ' ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν
ἔσπειρεν ἡμῖν παῖδα: καὶ σπείρας, βρέφος
γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,
λειμῶν' ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας
[25] δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος,
σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον:
ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν.
Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι
φέρουσ' ἐς οἴκους ἔς τε δεσποίνης χέρας
[30] ἔθηκαν. δὲ τὸν ἐμὸν ὠδίνων πόνον
μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.