MedeaMachine readable text


Medea
By Euripides
Edited by: David Kovacs

Cambridge Harvard University Press forthcoming



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 

Τροφός
Εἴθ' ὤφελ' Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,
μηδ' ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
τμηθεῖσα πεύκη, μηδ' ἐρετμῶσαι χέρας
[5] ἀνδρῶν ἀριστέων οἳ τὸ πάγχρυσον δέρος
Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν' ἐμὴ
Μήδεια πύργους γῆς ἔπλευσ' Ἰωλκίας
ἔρωτι θυμὸν ἐκπλαγεῖσ' Ἰάσονος:
οὐδ' ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
[10] πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν
<φίλων τε τῶν πρὶν ἀμπλακοῦσα καὶ πάτρας.>
<καὶ πρὶν μὲν εἶχε κἀνθάδ' οὐ μεμπτὸν βίον>1
ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν
φυγὰς πολίταις ὧν ἀφίκετο χθόνα
αὐτῷ τε πάντα ξυμφέρουσ' Ἰάσονι:
ἥπερ μεγίστη γίγνεται σωτηρία,
[15] ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.


νῦν δ' ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.
προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ' ἐμὴν
γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,
γήμας Κρέοντος παῖδ', ὃς αἰσυμνᾷ χθονός.
[20] Μήδεια δ' δύστηνος ἠτιμασμένη
βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιᾶς
πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται
οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.
κεῖται δ' ἄσιτος, σῶμ' ὑφεῖσ' ἀλγηδόσιν,
[25] τὸν πάντα συντήκουσα δακρύοις χρόνον
ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ' ἠδικημένη,
οὔτ' ὄμμ' ἐπαίρουσ' οὔτ' ἀπαλλάσσουσα γῆς
πρόσωπον: ὡς δὲ πέτρος θαλάσσιος
κλύδων ἀκούει νουθετουμένη φίλων,
[30] ἢν μή ποτε στρέψασα πάλλευκον δέρην
αὐτὴ πρὸς αὑτὴν πατέρ' ἀποιμώξῃ φίλον
καὶ γαῖαν οἴκους θ', οὓς προδοῦσ' ἀφίκετο
μετ' ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.
ἔγνωκε δ' τάλαινα συμφορᾶς ὕπο
[35] οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.


στυγεῖ δὲ παῖδας οὐδ' ὁρῶσ' εὐφραίνεται.
δέδοικα δ' αὐτὴν μή τι βουλεύσῃ νέον:
βαρεῖα γὰρ φρήν, οὐδ' ἀνέξεται κακῶς
πάσχουσ' ἐγᾦδα τήνδε δειμαίνω τέ νιν
[40] μὴ θηκτὸν ὤσῃ φάσγανον δι' ἥπατος
σιγῇ δόμους εἰσβᾶσ', ἵν' ἔστρωται λέχος,
καὶ τυράννους τόν τε γήμαντα κτάνῃ
κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.
δεινὴ γάρ: οὔτοι ῥᾳδίως γε συμβαλὼν
[45] ἔχθραν τις αὐτῇ καλλίνικος ᾄσεται.


ἀλλ' οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι
κακῶν: νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.