Iphigenia in AulisMachine readable text


Iphigenia in Aulis
By Euripides
Edited by: Gilbert Murray

Oxford Clarendon Press, Oxford 1913



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 

Ἀγαμέμνων
[49] Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι,
[50] Φοίβη Κλυταιμήστρα τ', ἐμὴ ξυνάορος,
Ἑλένη τε: ταύτης οἱ τὰ πρῶτ' ὠλβισμένοι
μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι.
δειναὶ δ' ἀπειλαὶ καὶ κατ' ἀλλήλων φόνος
ξυνίσταθ', ὅστις μὴ λάβοι τὴν παρθένον.
[55] τὸ πρᾶγμα δ' ἀπόρως εἶχε Τυνδάρεῳ πατρί,
δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως
ἅψαιτ' ἄριστα. καί νιν εἰσῆλθεν τάδε:
ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν
μνηστῆρας ἀλλήλοισι καὶ δι' ἐμπύρων
[60] σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε:
ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη,
τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν
οἴχοιτο τόν τ' ἔχοντ' ἀπωθοίη λέχους,
κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν
[65] Ἕλλην' ὁμοίως βάρβαρόν θ' ὅπλων μέτα.
ἐπεὶ δ' ἐπιστώθησαν εὖ δέ πως γέρων
ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί
δίδωσ' ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα,
ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι.
[70] δ' εἵλεθ', ὅς σφε μήποτ' ὤφελεν λαβεῖν,
Μενέλαον. ἐλθὼν δ' ἐκ Φρυγῶν τὰς θεὰς
κρίνων ὅδ', ὡς μῦθος Ἀργείων ἔχει,
Λακεδαίμον', ἀνθηρὸς μὲν εἱμάτων στολῇ
χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι,
[75] ἐρῶν ἐρῶσαν ᾤχετ' ἐξαναρπάσας
Ἑλένην πρὸς Ἴδης βούσταθμ', ἔκδημον λαβὼν
Μενέλαον. δὲ καθ' Ἑλλάδ' οἰστρήσας δρόμῳ
ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται,
ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.