ElectraMachine readable text


Electra
By Euripides
Edited by: Gilbert Murray

Oxford Clarendon Press, Oxford 1913



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 

Αὐτουργός
γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί,
ὅθεν ποτ' ἄρας ναυσὶ χιλίαις Ἄρη
ἐς γῆν ἔπλευσε Τρῳάδ' Ἀγαμέμνων ἄναξ.
κτείνας δὲ τὸν κρατοῦντ' ἐν Ἰλιάδι χθονὶ
[5] Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν,
ἀφίκετ' ἐς τόδ' Ἄργος, ὑψηλῶν δ' ἐπὶ
ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.
κἀκεῖ μὲν εὐτύχησεν: ἐν δὲ δώμασι
θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ
[10] καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.
χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν
ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,
ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.
οὓς δ' ἐν δόμοισιν ἔλιφ' ὅτ' ἐς Τροίαν ἔπλει,
[15] ἄρσενά τ' Ὀρέστην θῆλύ τ' Ἠλέκτρας θάλος,
τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς
μέλλοντ' Ὀρέστην χερὸς ὑπ' Αἰγίσθου θανεῖν
Στροφίῳ τ' ἔδωκε Φωκέων ἐς γῆν τρέφειν:
δ' ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,
[20] ταύτην ἐπειδὴ θαλερὸς εἶχ' ἥβης χρόνος,
μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.
δείσας δὲ μή τῳ παῖδ' ἀριστέων τέκοι
Ἀγαμέμνονος ποινάτορ', εἶχεν ἐν δόμοις
Αἴγισθος οὐδ' ἥρμοζε νυμφίῳ τινί.
[25]

ἐπεὶ δὲ καὶ τοῦτ' ἦν φόβου πολλοῦ πλέων,
μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι,
κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως
μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.
ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχ' ὀλωλότα,
[30] παίδων δ' ἔδεισε μὴ φθονηθείη φόνῳ.
ἐκ τῶνδε δὴ τοιόνδ' ἐμηχανήσατο
Αἴγισθος: ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς
Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφ' ὃς ἂν κτάνῃ,
ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν
[35] δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο
γεγῶσιν οὐ δὴ τοῦτό γ' ἐξελέγχομαι:
λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ
πένητες, ἔνθεν ηὑγένει' ἀπόλλυται
ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.
[40] εἰ γάρ νιν ἔσχεν ἀξίωμ' ἔχων ἀνήρ,
εὕδοντ' ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος
φόνον δίκη τ' ἂν ἦλθεν Αἰγίσθῳ τότε.
ἣν οὔποθ' ἁνὴρ ὅδε σύνοιδέ μοι Κύπρις
ᾔσχυνεν εὐνῇ: παρθένος δ' ἔτ' ἐστὶ δή.
[45] αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα
λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.
στένω δὲ τὸν λόγοισι κηδεύοντ' ἐμοὶ
ἄθλιον Ὀρέστην, εἴ ποτ' εἰς Ἄργος μολὼν
γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.