Hymns and Epigrams


Hymns and Epigrams
By Callimachus
Edited by: Ulrich von Wilamowitz-Moellendorff

Berlin Weidmann 1897



Perseus Documents Collection Table of Contents



Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.

Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.


Funded by The Annenberg CPB/Project

εἰς Δία.

 
[55] καλὰ μὲν ἠέξευ, καλὰ δ' ἔτραφες οὐράνιε Ζεῦ,
ὀξὺ δ' ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι. [π. 19]
ἀλλ' ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια:
τῶι τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες
οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.
[60] δηναιοὶ δ' οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί:
φάντο πάλον Κρονίδηισι διάτριχα δώματα νεῖμαι:
τίς δέ κ' ἐπ' οὐλύμπωι τε καὶ ἄιδι κλῆρον ἐρύσσαι,
δς μάλα μὴ νενίηλος; ἐπ' ἰσαίηι γὰρ ἔοικε
πήλασθαι: τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
[65] ψευδοίμην ἀίοντος κεν πεπίθοιεν ἀκουήν.
οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
σή τε βίη τό τε κάρτος, καὶ πέλας εἵσαο δίφρου.
θήκαο δ' οἰωνῶν μέγ' ὑπείροχον ἀγγελιώτην
σῶν τεράων: τ' ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
[70] εἵλεο δ' αἰζηῶν τι φέρτατον: οὐ σύ γε νηῶν
ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν:
ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
ἄλλα μέλειν ἑτέροισι, σὺ δ' ἐξέλεο πτολιάρχους
αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
[75] ὧν ἐρέτης, ὧν πάντα: τί δ' οὐ κρατέοντος ὑπ' ἰσχύν;
αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
τευχηστὰς δ' Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους:
"ἐκ δὲ Διὸς βασιλῆες": ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων
[80] θειότερον: τῶι καί σφε τεὴν ἐκρίναο λάξιν.
δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ' αὐτὸς
ἄκρηισ' ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκηισι
λαὸν ὑπὸ σκολιῆισ' οἵ τ' ἔμπαλιν ἰθύνουσιν:
ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ' ἅλις ὄλβον:
[85] πᾶσι μέν, οὐ μάλα δ' ἶσον. ἔοικε δὲ τεκμήρασθαι
ἡμετέρωι μεδέοντι: περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσηι:
ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δ', εὖτε νοήσηι.
οἳ δὲ τὰ μὲν πλειῶνι, τὰ δ' οὐχ ἑνί, τῶν δ' ἀπὸ πάμπαν [π. 20]
[90] αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.
χαῖρε μέγα Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,
δῶτορ ἀπημονίης. τεὰ δ' ἔργματα τίς κεν ἀείδοι;
οὐ γένετ', οὐκ ἔσται: τίς καὶ Διὸς ἔργματ' ἀείσει;
χαῖρε πάτερ, χαῖρ' αὖθι: δίδου δ' ἀρετήν τ' ἄφενός τε.
[95] οὔτ' ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν
οὔτ' ἀρετὴ ἀφένοιο: δίδου δ' ἀρετήν τε καὶ ὄλβον. [π. 21]