Hymns and Epigrams


Hymns and Epigrams
By Callimachus
Edited by: Ulrich von Wilamowitz-Moellendorff

Berlin Weidmann 1897



Perseus Documents Collection Table of Contents



Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.

Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.


Funded by The Annenberg CPB/Project

εἰς Δῆλον.

 
[70] φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δ' ὄρος ἱερὸν Αὔγης
Παρθένιον, φεῦγεν δ' γέρων μετόπισθε Φενειός.
φεῦγε δ' ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῶι,
ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος: οὐ γὰρ ἐκείνας
ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
[75] φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δ' ἐφέποντο
Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
Ἰσμηνοῦ χέρα πατρός, δ' εἵπετο πολλὸν ὄπισθεν
Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι.
δ' ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
[80] αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν
ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
ῥ' ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
"Νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
[85] Νύμφαι δ' αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα".
ταῖς μὲν ἔτ' Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
φθέγξατο δ' οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβηι:
̔Θήβη τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
μήπω μή μ' ἀέκοντα βιάζεο μαντεύεσθαι. [π. 37]
[90] οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλ' ἔτι κεῖνο
θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις:
ἀλλ' ἔμπης ἐρέω τι τορώτερον ἀπὸ δάφνης.
[95] φεῦγε πρόσω: ταχινός σε κιχήσομαι αἵματι λούσων
τόξον ἐμόν: σὺ δὲ τέκνα κακογλώσσοιο γυναικός
ἔλλαχες. οὐ σύ γ' ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρών
ἔσσεται: εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην'.
ὣς ἄρ' ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
[100] ἀλλ' ὅτ' Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
ἄψ δ' ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δ' Ἄναυρος
καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
[105] φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων:
́Ηρη σοὶ δ' ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
οὐδὲ κατεκλάσθης τε καὶ ὤικτισας, ἡνίκα πήχεις
ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
'Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρί
[110] κοιμῆσαι μέγα χεῦμα: περιπλέξασθε γενείωι
λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
ῥά τοι ὧδ' αἰεὶ ταχινοὶ πόδες, ἐπ' ἐμεῖο
[115] μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
σήμερον ἐξαπίνης;' δ' ἀνήκοος. 'ὦ ἐμὸν ἄχθος,
ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
Πήλιον Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
[120] ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.'
τὴν δ' ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
'λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε [π. 38]
πότνια σὰς ὠδῖνας ἀναίνομαι οἶδα καὶ ἄλλας
λουσαμένας ἀπ' ἐμεῖο λεχωίδας: ἀλλά μοι Ἥρη
[125] δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἀπολέσθαι
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ:
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
[130] διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
ἠνίδ' ἐγώ: τί περισσά; κάλει μόνον Εἰλήθυιαν.'
εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
[135] ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα:
ὑψόθε δ' ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι
δούρατος: δ' ἐλέλιξεν ἐνόπλιον: ἔτρεμε δ' Ὄσσης
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
ἐσχατιαὶ Πίνδοιο, φόβωι δ' ὠρχήσατο πᾶσα
[140] Θεσσαλίη: τοῖος γὰρ ἀπ' ἀσπίδος ἔβραμεν ἦχος.