Nicomachean EthicsMachine readable text


Nicomachean Ethics
By Aristotle
Edited by: J. Bywater

Oxford, Clarendon Press 1894



Perseus Documents Collection Table of Contents



Book 1

Book 2

Book 3

Book 4

Book 5

Book 6

Book 7

Book 8

Book 9

Book 10


Funded by The Annenberg CPB/Project

βοοκ 9

 
[1] ἐνταῦθα μὲν οὖν πεπόρισται κοινὸν μέτρον τὸ νόμισμα, καὶ πρὸς τοῦτο δὴ πάντα ἀναφέρεται καὶ τούτῳ μετρεῖται: ἐν δὲ τῇ ἐρωτικῇ ἐνίοτε μὲν ἐραστὴς ἐγκαλεῖ ὅτι ὑπερφιλῶν οὐκ ἀντιφιλεῖται, οὐδὲν ἔχων φιλητόν, εἰ οὕτως ἔτυχεν,
[5] πολλάκις δ' ἐρώμενος ὅτι πρότερον ἐπαγγελλόμενος πάντα νῦν οὐδὲν ἐπιτελεῖ. συμβαίνει δὲ τὰ τοιαῦτα, ἐπειδὰν μὲν δι' ἡδονὴν τὸν ἐρώμενον φιλῇ, δὲ διὰ τὸ χρήσιμον τὸν ἐραστήν, ταῦτα δὲ μὴ ἀμφοῖν ὑπάρχῃ. διὰ ταῦτα γὰρ τῆς φιλίας οὔσης διάλυσις γίνεται, ἐπειδὰν
[10] μὴ γίνηται ὧν ἕνεκα ἐφίλουν: οὐ γὰρ αὐτοὺς ἔστεργον ἀλλὰ τὰ ὑπάρχοντα, οὐ μόνιμα ὄντα: διὸ τοιαῦται καὶ αἱ φιλίαι. δὲ τῶν ἠθῶν καθ' αὑτὴν οὖσα μένει, καθάπερ εἴρηται. διαφέρονται δ' ὅταν ἕτερα γίνηται αὐτοῖς καὶ μὴ ὧν ὀρέγονται: ὅμοιον γὰρ τῷ μηδὲν γίνεσθαι, ὅταν
[15] οὗ ἐφίεται μὴ τυγχάνῃ, οἷον καὶ τῷ κιθαρῳδῷ ἐπαγγελλόμενος, καὶ ὅσῳ ἄμεινον ᾄσειεν, τοσούτῳ πλείω: εἰς ἕω δ' ἀπαιτοῦντι τὰς ὑποσχέσεις ἀνθ' ἡδονῆς ἡδονὴν ἀποδεδωκέναι ἔφη. εἰ μὲν οὖν ἑκάτερος τοῦτο ἐβούλετο, ἱκανῶς ἂν εἶχεν: εἰ δ' μὲν τέρψιν δὲ κέρδος, καὶ μὲν ἔχει
[20] δὲ μή, οὐκ ἂν εἴη τὰ κατὰ τὴν κοινωνίαν καλῶς: ὧν γὰρ δεόμενος τυγχάνει, τούτοις καὶ προσέχει, κἀκείνου γε χάριν ταῦτα δώσει. τὴν ἀξίαν δὲ ποτέρου τάξαι ἐστί, τοῦ προϊεμένου τοῦ προλαβόντος; γὰρ προϊέμενος ἔοικ' ἐπιτρέπειν ἐκείνῳ. ὅπερ φασὶ καὶ Πρωταγόραν ποιεῖν:
[25] ὅτε γὰρ διδάξειεν ἁδήποτε, τιμῆσαι τὸν μαθόντα ἐκέλευεν ὅσου δοκεῖ ἄξια ἐπίστασθαι, καὶ ἐλάμβανε τοσοῦτον. ἐν τοῖς τοιούτοις δ' ἐνίοις ἀρέσκει τὸ μισθὸς δ' ἀνδρί. οἱ δὲ προλαμβάνοντες τὸ ἀργύριον, εἶτα μηδὲν ποιοῦντες ὧν ἔφασαν διὰ τὰς ὑπερβολὰς τῶν ἐπαγγελιῶν, εἰκότως ἐν ἐγκλήμασι
[30] γίνονται: οὐ γὰρ ἐπιτελοῦσιν ὡμολόγησαν. τοῦτο δ' ἴσως ποιεῖν οἱ σοφισταὶ ἀναγκάζονται διὰ τὸ μηδένα ἂν δοῦναι ἀργύριον ὧν ἐπίστανται. οὗτοι μὲν οὖν ὧν ἔλαβον τὸν μισθόν, μὴ ποιοῦντες εἰκότως ἐν ἐγκλήμασίν εἰσιν. ἐν οἷς δὲ μὴ γίνεται διομολογία τῆς ὑπουργίας, οἱ μὲν δι' αὐτοὺς
[35] προϊέμενοι εἴρηται ὅτι ἀνέγκλητοι τοιαύτη γὰρ κατ' ἀρετὴν φιλία, [π. 1164β]