LysistrataMachine readable text


Lysistrata
By Aristophanes
Edited by: F.W. Hall and W.M. Geldart

Oxford Clarendon Press, Oxford 1907



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 
Λυσιστράτη
ἀλλ' εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
Πανὸς 'πὶ Κωλιάδ' Γενετυλλίδος,
οὐδ' ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
νῦν δ' οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή:
[5] πλὴν γ' ἐμὴ κωμῆτις ἥδ' ἐξέρχεται.
χαῖρ' Καλονίκη.
Καλονίκη
καὶ σύ γ' Λυσιστράτη.
τί συντετάραξαι; μὴ σκυθρώπαζ' τέκνον.
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
Λυσιστράτη
ἀλλ' Καλονίκη κάομαι τὴν καρδίαν,
[10] καὶ πόλλ' ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι
Καλονίκη
καὶ γάρ ἐσμεν νὴ Δία.
Λυσιστράτη
εἰρημένον δ' αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
[15] εὕδουσι κοὐχ ἥκουσιν.
Καλονίκη
ἀλλ' φιλτάτη
ἥξουσι: χαλεπή τοι γυναικῶν ἔξοδος.
μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ' ἐκύπτασεν,
δ' οἰκέτην ἤγειρεν, δὲ παιδίον
κατέκλινεν, δ' ἔλουσεν, δ' ἐψώμισεν.
Λυσιστράτη
[20] ἀλλ' ἕτερά τἄρ' ἦν τῶνδε προὐργιαίτερα
αὐταῖς.
Καλονίκη
τί δ' ἐστὶν φίλη Λυσιστράτη,
ἐφ' τι ποθ' ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
τί τὸ πρᾶγμα; πηλίκον τι;
Λυσιστράτη
μέγα.
Καλονίκη
μῶν καὶ παχύ;
Λυσιστράτη
καὶ νὴ Δία παχύ.
Καλονίκη
κᾆτα πῶς οὐχ ἥκομεν;
Λυσιστράτη
[25] οὐχ οὗτος τρόπος: ταχὺ γὰρ ἂν ξυνήλθομεν.
ἀλλ' ἔστιν ὑπ' ἐμοῦ πρᾶγμ' ἀνεζητημένον
πολλαῖσί τ' ἀγρυπνίαισιν ἐρριπτασμένον.
Καλονίκη
πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.
Λυσιστράτη
οὕτω γε λεπτὸν ὥσθ' ὅλης τῆς Ἑλλάδος
[30] ἐν ταῖς γυναιξίν ἐστιν σωτηρία.
Καλονίκη
ἐν ταῖς γυναιξίν; ἐπ' ὀλίγου γ' ὠχεῖτ' ἄρα.
Λυσιστράτη
ὡς ἔστ' ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
μηκέτ' εἶναι μήτε Πελοποννησίους
Καλονίκη
βέλτιστα τοίνυν μηκέτ' εἶναι νὴ Δία.
Λυσιστράτη
[35] Βοιωτίους τε πάντας ἐξολωλέναι.
Καλονίκη
μὴ δῆτα πάντας γ', ἀλλ' ἄφελε τὰς ἐγχέλεις.
Λυσιστράτη
περὶ τῶν Ἀθηνῶν δ' οὐκ ἐπιγλωττήσομαι
τοιοῦτον οὐδέν: ἀλλ' ὑπονόησον σύ μοι.
ἢν δὲ ξυνέλθωσ' αἱ γυναῖκες ἐνθάδε
[40] αἵ τ' ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
Καλονίκη
τί δ' ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
λαμπρόν, αἳ καθήμεθ' ἐξηνθισμέναι,
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
[45] καὶ Κιμμερίκ' ὀρθοστάδια καὶ περιβαρίδας;