EcclesiazusaeMachine readable text


Ecclesiazusae
By Aristophanes
Edited by: F.W. Hall and W.M. Geldart

Oxford Clarendon Press, Oxford 1907



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 
Πραξάγορα
λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου
κάλλιστ' ἐν εὐστόχοισιν ἐζητημένον:
γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν:
τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο
[5] μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις:
ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.
σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ
κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων
πειρωμέναισι πλησίον παραστατεῖς,
[10] λορδουμένων τε σωμάτων ἐπιστάτην
ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.
μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς
λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα:
στοάς τε καρποῦ Βακχίου τε νάματος
[15] πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς:
καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.
ἀνθ' ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα
ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.
ἀλλ' οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.
[20] καίτοι πρὸς ὄρθρον γ' ἐστίν: δ' ἐκκλησία
αὐτίκα μάλ' ἔσται: καταλαβεῖν δ' ἡμᾶς ἕδρας,
ἃς Φυρόμαχός ποτ' εἶπεν, εἰ μέμνησθ' ἔτι,
δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν.
τί δῆτ' ἂν εἴη; πότερον οὐκ ἐρραμμένους
[25] ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ' ἔχειν;
θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν
ἦν χαλεπὸν αὐταῖς; ἀλλ' ὁρῶ τονδὶ λύχνον
προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,
μὴ καί τις ὢν ἀνὴρ προσιὼν τυγχάνῃ.
Γυνὴ Α
[30] ὥρα βαδίζειν, ὡς κῆρυξ ἀρτίως
ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.
Πραξάγορα
ἐγὼ δέ γ' ὑμᾶς προσδοκῶσ' ἠγρηγόρη
τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
τήνδ' ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.
[35] δεῖ γὰρ τὸν ἄνδρ' αὐτῆς λαθεῖν.
Γυνὴ Β
ἤκουσά τοι
ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
ἅτ' οὐ καταδαρθοῦσ'. γὰρ ἀνὴρ φιλτάτη,
Σαλαμίνιος γάρ ἐστιν ξύνειμ' ἐγώ,
τὴν νύχθ' ὅλην ἤλαυνέ μ' ἐν τοῖς στρώμασιν,
[40] ὥστ' ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ 'λαβον.